Οὗτος ἐργάτης εὔθετος. χαίρων μὲν ἐφ᾿ οἷς ἔγνω, συστελλόμενος δὲ ἐφ᾿ οἷς ἐπεγκυλίεται τῇ τοῦ βίου ἀνάγκῃ. μηδέπω καταξιούμενος τῆς ὧν ἔγνω ἐνεργούσης μεταλήψεως. ταύτῃ τῷ βίῳ τῷδε ὡς ἀλλοτρίῳ ὅσον ἐν ἀνάγκης συγχρῆται μοίρᾳ. οἶδεν αὐτὸς καὶ τῆς νηστείας τὰ αἰνίγματα τῶν ἡμερῶν τούτων, τῆς τετράδος καὶ τῆς παρασκευῆς λέγω. ἐπιφημίζονται γὰρ ἣ μὲν Ἑρμοῦ. ἣ δὲ Ἀφροδίτης. αὐτίκα νηστεύει κατὰ τὸν βίον φιλαργυρίας τε ὁμοῦ καὶ φιληδονίας, ἐξ ὧν αἱ πᾶσαι ἐκφύονται κακίαι· πορνείας γὰρ ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρείαν.Νηστεύει τοίνυν καὶ κατὰ τὸν νόμον ἀπὸ τῶν πράξεων τῶν φαύλων καὶ κατὰ τὴν τοῦ εὐαγγελίου τελειότητα ἀπὸ τῶν ἐννοιῶν τῶν πονηρῶν. τούτῳ καὶ οἱ πειρασμοὶ προσάγονται οὐκ εἰς τὴν ἀποκάθαρσιν, ἀλλ᾿ εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφέλειαν, εἰ πεῖραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο. ὁ δ᾿ αὐτὸς καὶ περὶ ἡδονῆς λόγος. μέγιστον γὰρ ἐν πείρᾳ γενόμενον εἶτα ἀποσχέσθαι. τί γὰρ μέγα εἰ ἃ μὴ οἶδέν τις ἐγκρατεύοιτο; οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων. ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὁρᾶν νομίζει. τὰς ὄψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγῶν, κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ. κολάζων τὸ ὁρατικόν. ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολὴν τῆς ὄψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον ὁρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ. αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.Ἀδελφοὶ δ᾿ εἰσὶ τῷ ὄντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἃ ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὄντας φρονεῖν. πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν. κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος. ταύτῃ οὐδὲ ὄναρ ποτὲ μὴ ἁρμόζον ἐκλεκτῷ βλέπει. ἀτεχνῶς »ξένος γὰρ καὶ παρεπίδημος« ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὃς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ᾿ ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ. ἀλλ᾿ ἡ προαίρεσις δεικνύῃ δίκαιον. ὁ γνωστικὸς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικὴν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς, ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ »ὄρη μεθιστὰς« τῶν πλησίον καὶ τὰς τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων. καίτοι ἕκαστος ἡμῶν αὑτοῦ τε ἀμπελὼν καὶ ἐργάτης. ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν (»ὅπου γὰρ ὁ νοῦς τινος«, φησίν, »ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ«), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.Ἡγεῖται γοῦν τὴν ἀλγηδόνα ἐκείνου ἴδιον ἄλγημα· κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι᾿ εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι μᾶλλον τὴν εὐεργεσίαν. ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι᾿ ἔργων καὶ θεωρίας ἐπαινῶν. καὶ δὴ »οὐ τὸν ἔπαινον παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τοῦ θεοῦ« καρποῦται, ἃ ἐδίδαξεν ὁ κύριος, ταῦτα ἐπιτελῶν. οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν· οἰκτείρων τοὺς μετὰ θάνατον παιδευομένους διὰ τῆς κολάσεως ἀκουσίως ἐξομολογουμένους, εὐσυνείδητος πρὸς τὴν ἔξοδον καὶ ἀεὶ ἕτοιμος ὤν, ὡς ἂν »παρεπίδημος καὶ ξένος« τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἐδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια ἡγούμενος· οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ᾿ ὡς ἔπος εἰπεῖν δι᾿ αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος. ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς [ὁ] γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας. διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμῶν. ἐὰν ὁ λόγος αἱρῇ, ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεῖ· ταύτῃ καθαρὸς εἰς εὐχὴν πάντοτε. ὃ δὲ καὶ μετ᾿ ἀγγέλων εὔχεται. ὡς ἂν ἤδη καὶ »ἰσάγγελος«. οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται. τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει. Διττὴν οὗτος οἶδε πίστιν, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν. τὴν δὲ τοῦ πιστενομένου τὴν κατ᾿ ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ.