ἡ δὲ δι᾿ αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.Τούτων οὖν αἰτία ἡ ἁγιωτάτη καὶ κυριωτάτη πάσης ἐπιστήμης ἀγάπη· διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν. ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, »τέλειον« ὡς ἀληθῶς »ἄνδρα εἰς μέτρον ἡλικίας« αὐξήσαντα. ἀλλὰ καὶ [ἡ] ὁμόνοια ἡ περὶ ταὐτὸ πρᾶγμα συγκατάθεσίς ἐστι, τὸ δὲ ταὐτὸν ἕν ἐστιν, ἥ τε φιλία δι᾿ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἑνὶ κειμένης. ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλεγεὶς τάξει. ταυτὶ γὰρ ὀνόματα εὐγενείας καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπὴν ἡ γνωστικὴ ψυχὴ λαμβάνει, καθαρὰ τέλεον γενομένη, »πρόσωπον«, φησί, »πρὸς πρόσωπον« ὁρᾶν ἀιδίως καταξιουμένη τὸν παντοκράτορα θεόν. πνευματικὴ γὰρ ὅλη γενομένη πρὸς τὸ συγγενὲς χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς [τε] τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται. οὐ γὰρ ὑπερορᾷ τὸν ἀδελφὸν κατὰ τὸν θεῖον νόμον ὁμοπάτριον ὄντα καὶ ὁμομήτριον· ἀμέλει θλιβόμενον ἐπικουφίζει παραμυθίαις, παρορμήσεσι, ταῖς βιωτικαῖς χρείαις ἐπικουρῶν, διδοὺς τοῖς δεομένοις πᾶσιν, ἀλλ᾿ οὐχ ὁμοίως, δικαίως δὲ καὶ κατὰ τὴν ἀξίαν, πρὸς δὲ καὶ τῷ καταδιώκοντι καὶ μισοῦντι, εἰ τούτου δέοιτο. ὀλίγα φροντίζων τῶν λεγόντων διὰ φόβον αὐτῷ δεδωκέναι, εἰ μὴ διὰ φόβον. δι᾿ ἐπικουρίαν δὲ τοῦτο ποιοίη. οἱ γὰρ πρὸς ἐχθροὺς ἀφιλάργυροι καὶ ἀμνησιπόνηροι πόσῳ μᾶλλον πρὸς τοὺς οἰκείους ἀγαπητικοί; ὁ τοιοῦτος ἐκ τούτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἄν τις μάλιστα καὶ ὁπόσον καὶ ὁπότε καὶ ὅπως ἐπιδῴη. τίς δ᾿ ἂν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀνδρὸς οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας: καὶ μή τι. καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μὲν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναί τινος (πάντων γὰρ κτίστης. καὶ οὐδέν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει). φαμὲν δ᾿ αὐτῷ ἐχθροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους. οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἄν. αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ᾿ οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο. ἐχθροὶ δὲ εῖναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ μεταδοτικὴ παρ᾿ ἡμῖν δικαιοσύνη λέγηται· ἀλλὰ καὶ ἡ κατ᾿ ἀξίαν διακριτικὴ πρὸς τὸ μᾶλλον καὶ ἧττον. ἐφ᾿ ὧν καθήκει κατ᾿ ἐπιστήμην γενέσθαι. ἀκροτάτης δικαιοσύνης εἶδος τυγχάνει. ἔστι μὲν οὖν ἃ καὶ κατὰ ἰδιωτισμὸν πρός τινων κατορθοῦται. οἷον ἡδονῶν ἐγκράτεια.ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἔκ τε τοῦ μὴ δύνασθαι »τυχεῖν ὧν ἐρᾷ τις« καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ᾿ οἳ διὰ τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσὶν ἡδέων. οὕτως κἀν τῇ πίστει ἢ δι᾿ ἐπαγγελίαν ἢ διὰ φόβον θεοῦ ἐγκρατεύονταί τινες.ἀλλ᾿ ἔστι μὲν θεμέλιος γνώσεως ἡ τοιαύτη ἐγκράτεια καὶ προσαγωγή τις ἐπὶ τὸ βέλτιον καὶ ἐπὶ τὸ τέλειον ὁρμή. ἀρχὴ γὰρ σοφίας«. φησί. »φόβος κυρίου.« ὁ τέλειος δὲ δι᾿ ἀγάπην »πάντα στέγει. πάντα ὑπομένει. οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων. ἀλλὰ θεῷ«. καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ᾿ ἐπακολούθημα. οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ χρῆσιν. λέγεται καὶ κατ᾿ ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν. ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα. ἀφ᾿ ὧν καρποφορεῖ τὰς κατ᾿ ἀρετὴν ἐνεργείας. ταύτῃ οὐδέποτε περιστάσεως γενομένης τῆς ἰδίας ἕξεως ὁ γνωστικὸς ἐξίσταται. ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις. ἐπιστήμη θείων καὶ ἀνθρωπείων πραγμάτων ὑπάρχουσα. οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν· διὸ καὶ ἐσθίει καὶ πίνει καὶ γαμεῖ οὐ προηγουμένως. ἀλλὰ ἀναγκαίως. τὸ γαμεῖν δὲ ἐὰν ὁ λόγος αἱρῇ λέγω καὶ ὡς καθήκει· γενόμενος γὰρ τέλειος εἰκόνας ἔχει τοὺς ἀποστόλους. καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ᾿ ἐκεῖνος »ἄνδρας νικᾷ« ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος. μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης. τῷ δὲ ἀοίκῳ τὰ πολλὰ εἶναι συμβέβηκεν ἀπειράστῳ. μόνου γοῦν ἑαυτοῦ κηδόμενος ἡττᾶται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν. περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ. εἰκόνα ἀτεχνῶς σῴζοντος ὀλίγην τῆς τῇ ἀληθείᾳ προνοίας. Ἀλλ᾿ ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν.