Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, ὧδέ πως γράφει· ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο· καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· † ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποιςιν Ἄρης. ἔτι κἀκεῖνο μεταφράζων· νίκης ἀνθρώποισιν θεῶν ἐν † πείρᾳ κεῖται, διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.Πάλιν Ὁμήρου εἰπόντος· ἀνιπτόποδες, χαμαιεῦναι, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· ἐν ἀστρώτῳ πέδῳ εὕδουσιν, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας. Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος· ἀλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν· ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις. Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος· οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα — καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος· μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει, ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.Πάλιν Θεόγνιδος μὲν λέγοντος· οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος, Εὐριπίδης πεποίηκεν· πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος. Ἐπιχάρμου τε εἰπόντος· ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα, καὶ ἐπάγοντος· ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα, ἃ δ’ ἄλλον δ’ ἄλλῃ δῆτα μαστεύει τινά, Εὐριπίδης γράφει· κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·? ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά. Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος· κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον· ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα. Σόλωνος δὲ ποιήσαντος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται. ἄντικρυς ὁ Θέογνις γράφει· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν· καὶ κακοπραγίαν · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.Πάλιν Εὐριπίδου ποιήσαντος· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, Κριτίας γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο. Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο. Φερεκύδης ὁ Σύριος λέγει· Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα. Ὁμήρου τε εἰπόντος· αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων καὶ ἀνταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου· ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, Σοφοκλέους δ’ ἐκ τῆς Ἐριφύλης· ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου, καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης· ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση, Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν· ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν, πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει, Σοφοκλέους δὲ ἐν Μίνῳ· οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, ναὶ μὴν Εὐριπίσου μὲν ἐξ Ἀλεξάνδρου· χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤτοι κακόν, Σοφοκλέους δὲ ἐξ Ἱππόνου· πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.Ἀλλὰ κἀκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι, Σόλων τῆς ἐλεγείας ὧδε ἄρχεται· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα. Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες; τοῖσδε χρῆται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ· ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας θ’ ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός; Τί δ’; οὐ Θεόγνιδος εἰπόντος· οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν, Πανὐαςςις γράφει· ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος· σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς δὲ γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάστον γυναῖκες. Πρὸς τούτοις Ὁμήρου λέγοντος· γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν, Εὐριπίδης ποιεῖ· νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ’ πάντα γίνεται κακά. Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι· μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως, Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων· οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀγίας ἐποίησεν· δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.