Ἡσιόδου δὲ εἰπόντος· οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, Σιμωνίδης εἶπεν· γυναικὸς δ’ οὐδὲν χρῆμα ἀνὴρ ληίζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς. Πάλιν Ἐπιχάρμου εἰπόντος· ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ. Εὐριπίδης γράφει· τί δήποτε ὄλβῳ μὲν μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος· εὐμετάβολός ἐστιν ἀνθρώπων βίος, Ποσείδιππος· οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν. καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου εὐμεταβόλου ζῴου. Αὖθις Εὐριπίδου εἰπόντος· ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, Δίφιλος γράφει· οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσεν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.Ἔτι τοῦ Εὐριπίδου εἰπόντος· πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, ὁ τραγικὸς ὁμοίως Θεοδέκτης γράφει· τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας. Βακχυλίδου τε εἰρηκότος· παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, Μοσχίων ὁ κωμικὸς γράφει· κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος. ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον. Εὕροις δ’ ἂν καὶ Θεόγνιδος εἰπόντος· οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα· αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ. Ἀνακρέοντος γὰρ ποιήσαντος· Ἔρωτα γὰρ τὸν ἁβρὸν μέλπομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν· ὅδε καὶ θεῶν δυνάστης, ὅδε καὶ βροτοὺς δαμάζει, Εὐριπίδης γράφει· Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον προΐῃ ὁ λόγος φιλοτιμουμένων ἡμῶν τὸ εὐεπίφορον εἰς κλοπὴν τῶν Ἑλλήνων κατὰ τοὺς λόγους τε καὶ τὰ δόγματα ἐπιδεικνύναι, φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς εἰς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἥκει λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα· τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίῳ, κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ τὰ δὲ Ἡσιόδῳ, τὰ δὲ Ὁμήρῳ, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν. τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μάλιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἢ φίλον ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ· τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; Ξενοφῶν δὲ εἴρηκεν· οὐκ ἂν ἐχθροὺς ἄλλως πως βλάψειεν ἄν τις ἢ φίλος δοκῶν εἶναι. Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου· Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν; Θρασύμαχος ἐν τῷ ὑπὲρ Λαρισαίων λέγει· Ἀρχελάῳ δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρῳ;Ὀρφέως δὲ ποιήσαντος· ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὑδάτεςςιν ἀμοιβή, ἐκ δὲ ὕδατος μὲν γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ· ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα· Ἡράκλειτος ἐκ τούτων συνιστάμενος τοὺς λόγους ὧδέ πως γράφει· ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ· ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος· ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν. Καὶ Πλάτωνος μὲν λέγοντος διὰ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὕς ἂν διὰ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν Μένανδρος πεποίηκεν· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος· τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ, ἐν δὲ τῷ Φοίνικι· τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, Ὑπερείδης λέγει· ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν· χρὴ γὰρ τεκμηρίοις χρῆσθαι τοὶς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι. Ἔτι Θεόγνιδος ποιήσαντος· χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄνσχετος ἄτη, Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ· εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεςςι λέληθεν ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει, τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι, καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον, Εὐριπίδης μὲν γὰρ γράφει· ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν, τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει· χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.