ἤδη γοῦν πολλὰ τῶν ἐν τῷ βίῳ καὶ διά τινος λογισμοῦ ἀνθρωπίνου λαμβάνει τὴν γένεσιν, θεόθεν τὴν ἔναυσιν εἰληφότα. αὐτίκα ἡ ὑγεία διὰ τῆς ἰατρικῆς καὶ ἡ εὐεξία διὰ τῆς ἀλειπτικῆς καὶ ὁ πλοῦτος διὰ τῆς χρηματιστικῆς λαμβάνει γένεσίν τε καὶ παρουσίαν κατὰ πρόνοιαν μὲν τὴν θείαν, κατὰ συνεργίαν δὲ τὴν ἀνθρωπίνην. θεόθεν δὲ καὶ ἡ σύνεσις. αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει. διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν μέν ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις, ὧν χάριν αὐτὰ ἐποίησεν ὁ θεός· πρὸς γὰρ τῶν ἀγαθῶν χρῆσιν ἀνδρῶν ἡ τῶν θεοδωρήτων δύναμις πέφυκεν. ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πως τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχάς, τῶν ἐν μέρει θείων λειτουργῶν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας· κατά τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἱ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους ὧν ἐνίοις ἀποτετάχαταί τινες.ὁ γοῦν ποιμὴν καὶ τῶν καθ’ ἕκαστον κήδεται προβάτων, καὶ μάλιστα τούτοις σύνεστι προσεχεστέρα ἡ ἐπισκοπή, ὅσοι διαπρεπεῖς τὰς φύσεις τε καὶ δυνατοὶ τὰ πλήθη συνωφελεῖν ὑπάρχουσιν. οὗτοι δ’ εἰσὶν οἱ ἡγεμονικοὶ καὶ παιδευτικοί, δἰ ὧν ἡ ἐνέργεια τῆς προνοίας ἀριδήλως δείκνυται, ὁπηνίκα ἂν ἢ διὰ παιδείας ἢ δἰ ἀρχῆς τινος καὶ διοικήσεως εὖ ποιεῖν ἐθέλῃ τοὺς ἀνθρώπους ὁ θεός. ἐθέλει δὲ πάντοτε· διὸ συγκινεῖ τοὺς ἐπιτηδείους εἰς τὴν ὠφέλιμον ἐξεργασίαν τῶν πρὸς ἀρετήν τε καὶ εἰρήνην καὶ εἰς εὐποιίαν συντεινόντων. τὸ δὲ ἐνάρετον πᾶν ἀπ’ ἀρετῆς τέ ἐστι καὶ πρὸς ἀρετὴν ἀναφέρεται, καὶ ἤτοι πρὸς τὸ γενέσθαι σπουδαίους δίδοται ἢ πρὸς τὸ ὄντας χρῆσθαι τοῖς κατὰ φύσιν προτερήμασι· συνεργεῖ γὰρ ἔν τε τοῖς καθ’ ὅλου ἔν τε τοῖς ἐπὶ μέρους.πῶς οὖν οὐκ ἄτοπον τὴν ἀταξίαν καὶ τὴν ἀδικίαν προσνέμοντας τῷ διαβόλῳ ἐναρέτου πράγματος τοῦτον, τῆς φιλοσοφίας, δοτῆρα ποιεῖν; κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας γίγνεσθαι γεγονέναι τῆς θείας προνοίας τε καὶ γνώμης. ἔμπαλιν δ’, οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἑκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον ἀποδιδόναι. ὡς γὰρ ἡ λύρα μόνου τοῦ κιθαριστοῦ καὶ ὁ αὐλὸς τοῦ αὐλητοῦ, οὕτως τὰ προτερήματα τῶν ἀγαθῶν ἀνδρῶν ἐστι κτήματα, καὶ καθάπερ φύσις τοῦ ἀγαθοποιοῦ τὸ ἀγαθοποιεῖν, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν. κακὸν δὲ οὐκ ἂν ποιήσαι ἀγαθός, ὡς οὐδὲ τὸ φῶς σκοτώσει ἢ ψύξει τὸ πῦρ. οὕτως ἔμπαλιν ἡ κακία οὐκ ἄν τι ἐνάρετον ποιήσαι· ἐνέργεια γὰρ αὐτῆς τὸ κακοποιεῖν ὡς τοῦ σκότους τὸ συγχεῖν τὰς ὄψεις· οὐ τοίνυν κακίας ἔργον ἡ φιλοσοφία ἐναρέτους ποιοῦσα. λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστίν, καὶ πάνθ’ ὅσα παρὰ θεοῦ δίδοται, καλῶς δίδοταί τε καὶ λαμβάνεται. ναὶ μὴν ἡ χρῆσις τῆς φιλοσοφίας οὐκ ἔστιν ἀνθρώπων κακῶν· ἀλλ’ εἰ τοῖς ἀρίστοις τῶν Ἑλλήνων δέδοται, δῆλον καὶ ὅθεν δεδώρηται, παρὰ τῆς κατ’ ἀξίαν τὰ προσήκοντα ἑκάστοις ἀπονεμούσης δηλονότι προνοίας. εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δἰ ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.Φιλοσοφίαν πολλάκις εἰρήκαμεν τὸ κατὰ φιλοσοφίαν ἐπιτευκτικὸν τῆς ἀληθείας, κἂν μερικὸν τυγχάνῃ· ἤδη δὲ καὶ τὰ ἐν τέχναις ἀγαθὰ ὡς ἐν τέχναις θεόθεν ἔχει τὴν ἀρχήν. ὡς γὰρ τὸ τεχνικῶς τι ποιεῖν ἐν τοῖς τῆς τέχνης θεωρήμασι περιέχεται, οὕτω τὸ φρονίμως ὑπὸ τὴν φρόνησιν τέτακται· ἀρετὴ δὲ ἡ φρόνησις· καὶ ἴδιον αὐτῆς γνωρίζειν τά τε ἄλλα καὶ πολὺ πρότερον τὰ καθ’ ἑαυτήν· ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπείων ἀγαθῶν. τοῦ θεοῦ δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. θεόθεν ἥκειν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις διδάσκουσα εἴρηκεν ἡ γραφή. δυνάμει θείᾳ καὶ ἰσχύι τῆς διαδόσεως καθηκούσης εἰς ἀνθρωπίνην βοήθειαν. αὐτίκα τρεῖς τρόποι πάσης ὠφελείας τε καὶ μεταδόσεως ἄλλῳ παρ’ ἄλλου, ὃ μὲν κατὰ παρακολούθησιν ὡς ὁ παιδοτρίβης σχηματίζων τὸν παῖδα, ὃ δὲ καθ’ ὁμοίωσιν ὡς ὁ προτρεπόμενος ἕτερον εἰς ἐπίδοσιν τῷ προεπιδοῦναι, καὶ ὃ μὲν συνεργεῖ τῷ μανθάνοντι, ὃ δὲ συνωφελεῖ τὸν λαμβάνοντα. τρίτος δέ ἐστιν ὁ τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δἰ ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς δὲ ἤδη ἐντριβεστέρῳ, προστάττῃ ἐξ ὀνόματος τὸ πάλαισμα.ὁ γνωστικὸς τοίνυν θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν ὀνίνησι τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων. ἀμέλει καὶ αὐτὸς τοῖς ἴσοις παρὰ τοῦ κυρίου ὠφέληται. οὕτως οὖν καὶ ἡ θεόθεν διατείνουσα εἰς ἀνθρώπους ὠφέλεια γνώριμος καθίσταται, συμπαρακαλούντων ἀγγέλων· καὶ δἰ ἀγγέλων γὰρ ἡ θεία δύναμις παρέχει τὰ ἀγαθά, εἴτ’ οὖν ὁρωμένων εἴτε καὶ μή. τοιοῦτος καὶ ὁ κατὰ τὴν ἐπιφάνειαν τοῦ κυρίου τρόπος. ὁτὲ δὲ καὶ κατὰ τὰς ἐπινοίας τῶν ἀνθρώπων καὶ τοὺς ἐπιλογισμοὺς ἐμπνεῖ τι καὶ ἡ δύναμις καὶ ἐντίθησι ταῖς φρεσὶν ἰσχύν τε καὶ συναίσθησιν ἀκριβεστέραν, μένος τε καὶ θάρσος προθυμίας ἐπί τε τὰς ζητήσεις ἐπί τε τὰ ἔργα παρέχουσα. ἔκκειται δ’ ὅμως καὶ πρὸς μίμησίν τε καὶ ἐξομοίωσιν ἡμῖν θαυμαστὰ τῷ ὄντι καὶ ἅγια τὰ τῆς ἀρετῆς ὑποδείγματα διὰ τῶν ἀναγεγραμμένων πράξεων. καὶ μὲν δὴ καὶ τὸ τῆς προστάξεως εἶδος ἐμφανέστατον διά τε τῶν διαθηκῶν τῶν κυριακῶν διά τε τῶν παρ’ Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν φιλοσοφίαν παρηγγελμένων. καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δἰ υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.