Ὑπόδειγμα δ’ ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γεγραμμέναι ἔργον θεοῦ, φυσικὴν ἐμφαίνουσαι δημιουργίαν εὑρεθήσονται· δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δἰ ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα. θεοῦ μὲν γὰρ γραφὴ καὶ εἰδοποιία ἐναποκειμένη τῇ πλακὶ δημιουργία τοῦ κόσμου τυγχάνει. ἡ δεκάλογος δὲ κατὰ μὲν οὐράνιον εἰκόνα περιέχει ἥλιον καὶ σελήνην, ἄστρα, νέφη, φῶς, πνεῦμα, ὕδωρ, ἀέρα, σκότος, πῦρ. αὕτη φυσικὴ δεκάλογος οὐρανοῦ. ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνῶν ὁμοίως τά τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἄκαρπα. αὕτη φυσικὴ δεκάλογος γῆς. καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία. τάχα δ’ ἃν εἶεν αἱ δύο πλάκες αὗται δισσῶν προφητεία διαθηκῶν.ἀνεκαινίσθησαν οὖν μυστικῶς, πλεοναζούσης ἀγνοίας ἅμα καὶ ἁμαρτίας. δισσῶς, ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαί, τῷ τε ἡγεμονικῷ τῷ τε ὑποκειμένῳ, ἐπεὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. ἔστι δὲ καὶ δεκάς τις περὶ τὸν ἄνθρωπον αὐτόν, τά τε αἰσθητήρια πέντε καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν καὶ τοῦτο δὴ ὄγδοον τὸ κατὰ τὴν πλάσιν πνευματικόν, ἔνατον δὲ τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ δέκατον τὸ διὰ τῆς πίστεως προσγινόμενον ἁγίου πνεύματος χαρακτηριστικὸν ἰδίωμα. ἔτι πρὸς τούτοις δέκα τισὶν ἀνθρωπείοις μέρεσι προστάσσειν ἡ νομοθεσία φαίνεται, τῇ τε ὁράσει καὶ ἀκοῇ καὶ τῇ ὀσφρήσει ἁφῇ τε καὶ γεύσει καὶ τοῖς τούτων ὑπουργοῖς ὀργάνοις δισσοῖς οὖσι, χερσί τε καὶ ποσίν· αὕτη γὰρ ἡ πλάσις τοῦ ἀνθρώπου.ἐπεισκρίνεται δὲ ἡ ψυχὴ καὶ προσεισκρίνεται τὸ ἡγεμονικόν, ᾧ διαλογιζόμεθα, οὐ κατὰ τὴν τοῦ σπέρματος καταβολὴν γεννώμενον, ὡς συνάγεσθαι καὶ ἄνευ τούτου τὸν δέκατον ἀριθμόν, δἰ ὧν ἡ πᾶσα ἐνέργεια τοῦ ἀνθρώπου ἐπιτελεῖται. τῇ τάξει γὰρ εὐθέως γενόμενος. ὁ ἄνθρωπος ἀπὸ τῶν παθητικῶν τὴν ἀρχὴν τοῦ ζῆν λαμβάνει. τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι. αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ’ ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὃν καὶ πάντῃ διά τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος πορευόμενόν τε καὶ πρωτοπαθοῦν διὰ σώματος· τὴν προαιρετικὴν δὲ τὸ ἡγεμονικὸν ἔχει δύναμιν, περὶ ἣν ἡ ζήτησις καὶ ἡ μάθησις καὶ ἡ γνῶσις. ἀλλὰ γὰρ ἡ πάντων ἀναφορὰ εἰς ἓν συντέτακται τὸ ἡγεμονικὸν καὶ δἰ ἐκεῖνο ζῇ τε ὁ ἄνθρωπος καί πως ζῇ.διὰ τοῦ σωματικοῦ ἄρα πνεύματος αἰσθάνεται ὁ ἄνθρωπος, ἐπιθυμεῖ, ἥδεται, ὀργίζεται, τρέφεται, αὔξεται· καὶ δὴ καὶ πρὸς τὰς πράξεις διὰ τούτου πορεύεται τὰς κατ’ ἔννοιάν τε καὶ διάνοιαν, καὶ ἐπειδὰν κρατῇ τῶν ἐπιθυμιῶν, βασιλεύει τὸ ἡγεμονικόν. τὸ οὖν οὐκ ἐπιθυμήσεις οὐ δουλεύσεις φησὶ τῷ σαρκικῷ πνεύματι, ἀλλὰ ἄρξεις αὐτοῦ, ἐπεὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ εἰς τὸ παρὰ φύσιν ἀτακτεῖν ἐπανίσταται, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸς εἰς τὴν κατὰ φύσιν τοῦ ἀνθρώπου διεξαγωγὴν ἐπικρατεῖ· μή τι οὖν εἰκότως κατ’ εἰκόνα θεοῦ γεγονέναι ὁ ἄνθρωπος εἴρηται, οὐ κατὰ τῆς κατασκευῆς τὸ σχῆμα, ἀλλ’ ἐπεὶ ὁ μὲν θεὸς λόγῳ τὰ πάντα δημιουργεῖ, ὁ δὲ ἄνθρωπος ὁ γνωστικὸς γενόμενος τῷ λογικῷ τὰς καλὰς πράξεις ἐπιτελεῖ. εἰκότως τοίνυν αἱ δύο πλάκες τὰς τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν· καὶ τὰ τῶν αἰσθήσεων κινήματα κατά τε τὴν διάνοιαν ἀποτυποῦνται κατά τε τὴν ἀπὸ τοῦ σώματος ἐνέργειαν φανεροῦνται· ἐξ ἀμφοῖν γὰρ ἡ κατάληψις.πάλιν τε αὖ ὡς αἴσθησις πρὸς τὸ αἰσθητόν, οὕτως νόησις πρὸς τὸ νοητόν. διτταὶ δὲ καὶ αἱ πράξεις, αἳ μὲν κατ’ ἔννοιαν, αἳ δὲ κατ’ ἐνέργειαν. Καὶ ἡ μὲν πρώτη τῆς δεκαλόγου ἐντολὴ παρίστησιν, ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὸν κατ’ ἀλήθειαν ἔχοντες θεόν. ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα· τοῦτο γὰρ μόνον ἐχώρουν, ὡς καὶ ἔτι νῦν οἱ πολλοί, μαθεῖν) — μὴ φέρειν τούτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια, ἃ δὴ οἱ τεχνῖται τῶν ἀνθρώπων πεποιήκασι, καθ’ ὧν ὁ ὢν οὐ τάσσεται· ἐν ταὐτότητι γὰρ ἀγενήτῳ ὁ ὢν αὐτὸς μόνος. τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν· θεὸς γὰρ ἄκμητός τε καὶ ἀπαθὴς καὶ ἀπροσδεής, ἀναπαύλης δὲ ἡμεῖς οἱ σαρκοφοροῦντες δεόμεθα.