Φασὶ δ’ οὖν γίνεσθαι τὸν ἐγκεντρισμὸν κατὰ τρόπους τέσσαρας· ἕνα μὲν καθ’ ὃν μεταξὺ τοῦ ξύλου καὶ τοῦ φλοιοῦ ἐναρμόζειν δεῖ τὸ ἐγκεντριζόμενον, ὡς κατηχοῦνται οἱ ἐξ ἐθνῶν ἰδιῶται ἐξ ἐπιπολῆς δεχόμενοι τὸν λόγον· θάτερον δὲ ὅταν τὸ ξύλον σχίσαντες εἰς αὐτὸ ἐμβάλωσι τὸ εὐγενὲς φυτόν, ὃ συμβαίνει ἐπὶ τῶν φιλοσοφησάντων· διατμηθέντων γὰρ αὐτοῖς τῶν δογμάτων ἡ ἐπίγνωσις τῆς ἀληθείας ἐγγίνεται· ὣς δὲ καὶ Ἰουδαίοις διοιχθείσης τῆς παλαιᾶς γραφῆς τὸ νέον καὶ εὐγενὲς ἐγκεντρίζεται τῆς ἐλαίας φυτόν. ὁ τρίτος δὲ ἐγκεντρισμὸς τῶν ἀγριάδων καὶ τῶν αἱρετικῶν ἅπτεται τῶν μετὰ βίας εἰς τὴν ἀλήθειαν μεταγομένων· ἀποξύσαντες γὰρ ἑκάτερον ἐπίσφηνον ὀξεῖ δρεπάνῳ μέχρι τοῦ τὴν ἐντεριώνην γυμνῶσαι μέν, μὴ ἑλκῶσαι δέ, δεσμεύουσι πρὸς ἄλληλα. τέταρτος δέ ἐστιν ἐγκεντρισμοῦ τρόπος ὁ λεγόμενος ἐνοφθαλμισμός· περιαιρεῖται γὰρ ἀπὸ εὐγενοῦς στελέχους ὀφθαλμός, συμπεριγραφομένου αὐτῷ καὶ τοῦ φλοιοῦ κύκλῳ ὅσον παλαιστιαῖον μῆκος, εἶτα ἐναποξύεται τὸ στέλεχος κατ’ ὀφθαλμὸν ἴσον τῇ περιγραφῇ, καὶ οὕτως ἐντίθεται περισχοινιζόμενον καὶ περιχριόμενον πηλῷ, τηρουμένου τοῦ ὀφθαλμοῦ ἀπαθοῦς καὶ ἀμολύντου. εἶδος τοῦτο γνωστικῆς διδασκαλίας, διαθρεῖν τὰ πράγματα δυναμένης, ἀμέλει καὶ ἐπὶ ἡμέρων δένδρων τοῦτο μάλιστα χρησιμεύει τὸ εἶδος.Δύναται δὲ ὁ ὑπὸ τοῦ ἀποστόλου λεγόμενος ἐγκεντρισμὸς εἰς τὴν καλλιέλαιον γίγνεσθαι, τὸν Χριστὸν αὐτόν, τῆς ἀνημέρου καὶ ἀπίστου φύσεως καταφυτευομένης εἰς Χριστόν, τουτέστι τῶν εἰς Χριστὸν πιστευόντων· ἄμεινον δὲ τὴν ἑκάστου πίστιν ἐν αὐτῇ ἐγκεντρίζεσθαι τῇ ψυχῇ. καὶ γὰρ τὸ ἅγιον πνεῦμα ταύτῃ πως μεταφυτεύεται διανενεμημένον κατὰ τὴν ἑκάστου περιγραφὴν ἀπεριγράφως. περὶ δὲ τῆς γνώσεως ὁ Σολομὼν διαλεγόμενος τάδε φησί· λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν· φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. ὁ ὀρθρίσας ἐπ’ αὐτὴν οὐ κοπιάσει· τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δἰ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα (οὐ γὰρ πάντων ἡ γνῶσις) καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς· τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας πολυειδία. αὐτίκα ἐπιφέρει·καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς, ποικίλως θεωρουμένη, διὰ πάσης δηλονότι παιδείας. εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην καὶ ἀληθῆ ὧδέ πως ἐπάγων ἐπιφοράν· ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία (τουτέστι τῆς γνώσεως), φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν. διδάσκει γάρ, οἶμαι, ὡς ἀληθινὴ παιδεία ἐπιθυμία τίς ἐστι γνώσεως, ἄσκησις δὲ παιδείας συνίσταται δἰ ἀγάπην γνώσεως. καὶ ἡ μὲν ἀγάπη τήρησις τῶν εἰς γνῶσιν ἀναγουσῶν ἐντολῶν, ἡ τήρησις δὲ αὐτῶν βεβαίωσις τῶν ἐντολῶν, δἰ ἣν ἡ ἀφθαρσία ἐπισυμβαίνει, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. εἰ ἄρα ἀγάπη τῆς γνώσεως ἄφθαρτον ποιεῖ καὶ ἐγγὺς θεοῦ βασιλέως τὸν βασιλικὸν ἀνάγει, ζητεῖν ἄρα δεῖ τὴν γνῶσιν εἰς εὕρεσιν. ἔστιν δὲ ἡ μὲν ζήτησις ὁρμὴ ἐπὶ τὸ καταλαβεῖν, διά τινων σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον, ἡ εὕρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης, ὅπερ ἐστὶν ἡ γνῶσις. καὶ αὕτη κυρίως εὕρεσίς ἐστιν ἡ γνῶσις, κατάληψις ζητήσεως ὑπάρχουσα. σημεῖον δ’ εἶναί φασι τὸ προηγούμενον ἢ συνυπάρχον ἢ ἑπόμενον.Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ αἱ μετὰ τὴν ἀνάληψιν κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ. τεκμήριον ἄρα τοῦ παρ’ ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ· εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπόν τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ’ ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὑτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου πλεονάζουσα. ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ’ αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν. τὸ σῴζεσθαι δ’ ἡμᾶς εὐάρεστον αὐτῷ, καὶ ἡ σωτηρία διά τε εὐπραγίας διά τε γνώσεως παραγίνεται, ὧν ἀμφοῖν ὁ κύριος διδάσκαλος.