ἀναλόγως ἄρα καὶ αἱ μοναὶ ποικίλαι κατ’ ἀξίαν τῶν πιστευσάντων. αὐτίκα ὁ Σολομών· δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως ἡ χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος. τὸ συγκριτικὸν γὰρ δείκνυσι μὲν τὰ ὑποβεβηκότα ἐν τῷ ναῷ τοῦ θεοῦ, ὅς ἐστιν ἡ πᾶσα ἐκκλησία, ἀπολείπει δὲ ἐννοεῖν καὶ τὸ ὑπερθετικόν, ἔνθα ὁ κύριός ἐστιν. ταύτας ἐκλεκτὰς οὔσας τὰς τρεῖς μονὰς οἱ ἐν τῷ εὐαγγελίῳ ἀριθμοὶ αἰνίσσονται, ὁ τριάκοντα καὶ ὁ ἑξήκοντα καὶ ὁ ἑκατόν. καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ’ εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον ̔ἄθεος γὰρ ἥδε ἡ ἐπιφορἄ οὐδὲ μὴν ἡ κατ’ ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον· ἀσεβὴς γὰρ καὶ ἥδε ἡ ἔκδοσις, τὴν αὐτὴν ἀρετὴν εἶναι ἀνθρώπου καὶ τοῦ παντοκράτορος θεοῦ προσδοκησάντων· ὑπέλαβες, φησίν ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἀλλ’ ἀρκετὸν γὰρ τῷ μαθητῇ γενέσθαι ὡς ὁ διδάσκαλος, λέγει ὁ διδάσκαλος. καθ’ ὁμοίωσιν οὖν τοῦ θεοῦ ὁ εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυρίων καὶ θεῶν γίνεται, ἐάν, καθὼς αὐτὸς ἐδίδαξεν ὁ κύριος, κατὰ τὸ εὐαγγέλιον τελειωθῇ.Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας· δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγρίων παθῶν. κατ’ ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, πλέον τῶν γραμματέων καὶ Φαρισαίων συνιείς τε καὶ ἐνεργῶν. ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, ὁ Δαβὶδ γράφει, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, τουτέστιν ὁ κύριος. τίς οὖν σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν· καὶ ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ ἐκείνῳ σιωπήσεται, λέγει ἡ γραφή, δηλονότι πρὸς τοὺς ἀναξίους ἐξειπεῖν, ὅτι φησὶν ὁ κύριος· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, οὐ πάντων εἶναι τὸ ἀκούειν καὶ συνιέναι λέγων.αὐτίκα ὁ Δαβὶδ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων γράφει· ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός, ἐπικεκρυμμένους τοὺς ἁγίους λόγους εἶναι διδάσκων. καὶ δὴ τοῖς μὲν γνωστικοῖς διειδεῖς καὶ τηλαυγεῖς καθάπερ χάλαζαν ἀβλαβῆ καταπέμπεσθαι θεόθεν μηνύει, σκοτεινοὺς δὲ τοῖς πολλοῖς καθάπερ τοὺς ἐκ πυρὸς ἀπεσβεσμένους ἄνθρακας, οὓς εἰ μή τις ἀνάψαι καὶ ἀναζωπυρήσαι, οὐκ ἐκφλεγήσονται οὐδ’ ἐμφωτισθήσονται. κύριος, οὖν φησι, δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ, ἡνίκα δεῖ εἰπεῖν λόγον, οὐ κατὰ τὸ μαρτύριον μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν· καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὸ στόμα. γνωστικοῦ ἄρα καὶ τὸ εἰδέναι χρῆσθαι τῷ λόγῳ καὶ ὁπότε καὶ ὅπως καὶ πρὸς οὕστινας.ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν. Αὐτίκα ἡ ἀγριέλαιος ἐγκεντρίζεται εἰς τὴν πιότητα τῆς ἐλαίας καὶ δὴ καὶ φύεται ὁμοειδῶς ταῖς ἡμέροις ἐλαίαις· χρῆται γὰρ τὸ ἐμφυτευόμενον ἀντὶ γῆς τῷ δένδρῳ τῷ ἐν ᾧ φυτεύεται· πάντα δὲ ὁμοῦ τὰ φυτὰ ἐκ κελεύσματος θείου βεβλάστηκεν. διὸ κἂν ἀγριέλαιος ὁ κότινος τυγχάνῃ, ἀλλὰ τοὺς ὀλυμπιονίκας στέφει καὶ τὴν ἄμπελον ἡ πτελέα εἰς ὕψος ἀνάγουσα εὐκαρπεῖν διδάσκει. ὁρῶμεν δὲ ἤδη πλείονα τὴν τροφὴν ἐπισπώμενα τὰ ἄγρια τῶν δένδρων διὰ τὸ μὴ δύνασθαι πέττειν. τὰ οὖν ἄγρια τῶν ἡμέρων ἀπεπτότερα ὑπάρχει, καὶ τὸ αἴτιον τοῦ ἄγρια εἶναι αὐτὰ στέρησις δυνάμεως πεπτικῆς.λαμβάνει τοίνυν τροφὴν μὲν πλείονα ἡ ἐγκεντρισθεῖσα ἐλαία διὰ τὸ ἀγρίαν ἐμφύεσθαι· οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ ἐγκαταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην τροφὴν καὶ καλλιέλαιος γίνεται. ὁ γάρ τοι ἐγκεντρισμὸς τὰς ἀχρείους εὐγενεῖς ποιεῖ καὶ τὰς ἀφόρους φορίμους γίνεσθαι βιάζεται τέχνῃ τῇ γεωργικῇ καὶ ἐπιστήμῃ τῇ γνωστικῇ.