ὁρᾷς τὴν τῶν μαθημάτων πηγὴν ἐκ τῆς σοφίας ὁρμωμένην; τοῖς δὲ ὑποκρούουσι, τί γὰρ ὄφελος εἰδέναι τὰς αἰτίας τοῦ πῶς κινεῖται ὁ ἥλιος, φέρε εἰπεῖν, καὶ τὰ λοιπὰ ἄστρα ἢ τὰ γεωμετρικὰ θεωρήματα ἐπεσκέφθαι ἢ τὰ διαλεκτικὰ καὶ τῶν ἄλλων ἕκαστον μαθημάτων, πρὸς γὰρ καθηκόντων ἀπόδοσιν ταῦτα μηδὲν ὠφελεῖν, εἶναί τε ἀνθρωπίνην σύνεσιν τὴν Ἑλληνικὴν φιλοσοφίαν. μὴ γὰρ εἶναι διδακτὴν τῆς ἀληθείας, ἐκεῖνα λεκτέον, πρῶτον μέν. ὅτι καὶ περὶ τὰ μέγιστα τῶν ὄντων πταίουσιν οὗτοι, τουτέστι τὴν προαίρεσιν τοῦ νοῦ. οἱ γὰρ φυλάσσοντες, φησίν, ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν. ὁ γνωστικὸς γὰρ μόνος εὐλόγως πάντα ὁσίως πράξει τὰ πρακτέα, ὡς μεμάθηκεν κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν δἰ ἀνθρώπων παραλαβών. πάλιν τε αὖ ἀκούειν ἔξεστιν· ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τῇ δυνάμει καὶ σοφίᾳ, καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα. ἔπειτα δὲ οὐκ ἀνέγνωσαν τὸ πρὸς τοῦ Σολομῶντος εἰρημένον. περὶ γὰρ νεὼς κατασκευῆς διαλαβὼν ἄντικρύς φησιν· τεχνῖτις δὲ σοφία κατεσκεύασεν· ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια.καὶ πῶς οὐκ ἄλογον τεκτονικῆς καὶ ναυπηγικῆς χεῖρον νομίζειν φιλοσοφίαν; τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς έ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς· προπετεστέρα γὰρ εἰς ὥραν θέρους τοῦ πυροῦ μᾶλλον ἡ κριθή. τὴν δὲ ἀνὰ τὸν κλύδωνα τὸν ἐθνικὸν γεννωμένην τε καὶ φερομένην φιλοσοφίαν Ἑλληνικὴν οἱ ἰχθύες ἐμήνυον, εἰς διατροφὴν ἐκτενῆ τοῖς ἔτι χαμαὶ κειμένοις δεδομένοι· αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα, τῆς δὲ τοῦ κυρίου μεταλαβόντες εὐλογίας τὴν ἀνάστασιν τῆς θειότητος διὰ τῆς τοῦ λόγου δυνάμεως ἐνεπνεύσθησαν. ἀλλ’ εἰ καὶ περίεργος εἶ, ἔκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν, αἳ δῆτα † συνάλογοι λόγου τοῦ κυριακοῦ· χορὸς δὲ ἀναύδων ἰχθύων ἐπερρόθει, ἡ μοῦσα ἡ τραγικὴ εἴρηκέν που. κἀμὲ δεῖ ἐλαττοῦσθαι, αὔξειν δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ὃν περαιοῦται ὁ νόμος, ὁ προφήτης εἴρηκεν Ἰωάννης.σύνες ἤδη μοι τὸ μυστήριον τῆς ἀληθείας, συγγνώμην ἀπονέμων, εἰ περαιτέρω προβαίνειν τῆς ἐξεργασίας ὀκνῶ, τουτὶ μόνον ἀνακηρύσσων· πάντα δἰ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἀμέλει λίθος ἀκρογωνιαῖος εἴρηται, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον. σιωπῶ τὰ νῦν τὴν ἐν τῷ εὐαγγελίῳ παραβολὴν λέγουσαν· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σαγήνην εἰς θάλασσαν βεβληκότι κἀκ τοῦ πλήθους τῶν ἑαλωκότων ἰχθύων τὴν ἐκλογὴν τῶν ἀμεινόνων ποιουμένῳ. ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ’ ἡ παρ’ ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι. μαθεῖν δ’ ἐκ τῶνδ’ ἔξεστιν· καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει. δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. ἐπὶ πᾶσιν εἰδέναι αὐτοὺς κἀκεῖνο ἐχρῆν, ὅτι φύσει μὲν γεγόναμεν πρὸς ἀρετήν, οὐ μὴν ὥστε ἔχειν αὐτὴν ἐκ γενετῆς, ἀλλὰ πρὸς τὸ κτήσασθαι ἐπιτήδειοι.Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ’ εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον καὶ μάλιστα ἄνθρωπος; εἰ δὲ τέλειος, πῶς παραβαίνει τὰς ἐντολάς; ἀκούσονται γὰρ καὶ παρ’ ἡμῶν ὅτι τέλειος κατὰ τὴν κατασκευὴν οὐκ ἐγένετο, πρὸς δὲ τὸ ἀναδέξασθαι τὴν ἀρετὴν ἐπιτήδειος· διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς· ἡμᾶς δὲ ἐξ ἡμῶν αὐτῶν βούλεται σῴζεσθαι. αὕτη οὖν φύσις ψυχῆς ἐξ ἑαυτῆς ὁρμᾶν· εἶτα λογικοὶ ὄντες λογικῆς οὔσης τῆς φιλοσοφίας συγγενές τι ἔχομεν πρὸς αὐτήν· ἡ δὲ ἐπιτηδειότης φορὰ μέν ἐστι πρὸς ἀρετήν, ἀρετὴ δ’ οὔ. Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ’ ὃ μὲν μᾶλλον, ὃ δ’ ἧττον πρόεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ’ αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς τοὐναντίον ἀπετράπησαν. πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν πολλῷ καμάτῳ περιγίνεται.ἀλλ’, ὡς ἔοικεν, οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν, καθ’ ἣν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ δίκαιος καὶ ὅσιος μετὰ φρονήσεως εἰς μέτρον ἡλικίας τελείας ἀφικνεῖσθαι σπεύδει. ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ. ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς φησίν· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. καὶ τί λέγει τὰ ἔργα τῶν ἀνθρώπων; αὐτὴν τὴν ἁμαρτίαν γνωρίζει, οὐ παραχθεῖσαν ἐπὶ μετάνοιαν (κοινὸν γὰρ τοῦτο καὶ τῶν ἄλλων πιστῶν), ἀλλ’ ὅ ἐστιν ἁμαρτία· οὐδὲ γὰρ τῆσδέ τινος καταγινώσκει, ἀλλ’ ἁπλῶς πάσης τῆς ἁμαρτίας· οὐδ’ ὃ ἐποίησέν τις κακῶς, ἀλλὰ τὸ μὴ ποιητέον συνίστησιν. ὅθεν καὶ ἡ μετάνοια δισσή· ἣ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκέναι, ἣ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.