Οὔκουν ὡς ἀρεταῖς ταύταις συγχρώμενος ἡμῖν ὁ γνωστικὸς πολυμαθὴς ἔσται, ἀλλὰ συνεργοῖς τισι, κἀν τῷ διαστέλλειν τά τε κοινὰ καὶ τὰ ἴδια προσήσεται τὴν ἀλήθειαν· ἔστι γὰρ πάσης πλάνης καὶ ψευδοδοξίας αἴτιον τὸ μὴ δύνασθαι διακρίνειν, πῇ τε ἀλλήλοις τὰ ὄντα κοινωνεῖ καὶ πῇ διενήνοχεν. εἰ δὲ μὴ κατὰ τὰ διωρισμένα τις τὸν λόγον ἐφοδεύοι, λήσεται συγχέας τά τε κοινὰ καὶ τὰ ἴδια, τούτου δὲ γινομένου εἰς ἀνοδίαν καὶ πλάνην ἐμπίπτειν ἀναγκαῖον. ἡ διαστολὴ δὲ τῶν τε ὀνομάτων τῶν τε πραγμάτων κἀν ταῖς γραφαῖς αὐταῖς μέγα φῶς ἐντίκτει ταῖς ψυχαῖς· ἀναγκαῖον γὰρ ἐπακούειν τῶν τε πλείονα σημαινουσῶν λέξεων καὶ τῶν πλειόνων, ὅταν ἕν τι σημαίνωσιν· ὅθεν καὶ τὸ ὀρθῶς ἀποκρίνεσθαι περιγίνεται. τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἱονεὶ δὲ συναιτίοις προγυμνάσμασιν εἴς τε τὴν ἀκριβῆ παράδοσιν τῆς ἀληθείας, ὅσον ἐφικτόν, καὶ ἀπερίσπαστον συγχρωμένου τοῖς μαθήμασι τοῦ γνωστικοῦ καὶ εἰς προφυλακὴν τῶν κακοτεχνούντων λόγων πρὸς ἐκκοπὴν τῆς ἀληθείας.οὐκ ἀπολειφθήσεται τοίνυν τῶν προκοπτόντων περὶ τὰς μαθήσεις τὰς ἐγκυκλίους καὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, ἀλλ’ οὐ κατὰ τὸν προηγούμενον λόγον, τὸν δὲ ἀναγκαῖον καὶ δεύτερον καὶ περιστατικόν· οἷς γὰρ ἂν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ καταχρήσεται. μερικῆς οὖν τυγχανούσης τῆς κατὰ τὴν Ἑλληνικὴν φιλοσοφίαν ἐμφαινομένης ἀληθείας, ἡ τῷ ὄντι ἀλήθεια, ὥσπερ ἥλιος ἐπιλάμψας τὰ χρώματα καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὁποῖον ἕκαστον αὐτῶν, διαδείκνυσιν, οὕτως δὲ καὶ αὐτὴ πᾶσαν ἐλέγχει σοφιστικὴν πιθανολογίαν. εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν· ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσα ἀλήθεια.Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς ἰδίους οἰκογενεῖς τιη΄ ἀριθμήσας καὶ ἐπεξελθὼν πάμπολυν ἀριθμὸν τῶν πολεμίων χειροῦται. φασὶν οὖν εἶναι τοῦ μὲν κυριακοῦ σημείου τύπον κατὰ τὸ σχῆμα τὸ τριακοσιοστὸν στοιχεῖον, τὸ δὲ ἰῶτα καὶ τὸ ἦτα τοὔνομα σημαίνειν τὸ σωτήριον· μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν αἰχμαλωτιζόντων καὶ τῶν τούτοις ἀκολουθούντων παμπόλλων ἀπίστων ἐθνῶν. ἤδη δὲ ὁ μὲν τριακόσια ἀριθμὸς τριάς ἐστιν ἐν ἑκατοντάδι, ἡ δεκὰς δὲ ὁμολογεῖται παντέλειος εἶναι. ὁ δὲ ὀκτώ, κύβος ὁ πρῶτος, ἡ ἰσότης ἐν ἁπάσαις ταῖς διαστάσεσι, μήκους, πλάτους, βάθους. Αἵ τε ἡμέραι τῶν ἀνθρώπων ἔσονται, φησίν, ἔτη ρκ΄. ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσιν πεντεκαιδέκατος, σελήνη δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται.ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδ΄ ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, α΄ γ΄ ε΄ ζ΄ θ΄ ια΄ ιγ΄ ιε΄, ἐξ ἀνισότητος δὲ τοῦ νς΄, ἑπτὰ τῶν ἀπὸ δυάδος ἀρτίων, οἳ γεννῶσι τοὺς ἑτερομήκεις, β΄ δ΄ ς΄ η΄ ι΄ ιβ΄ ιδ΄. κατ’ ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κ΄ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κε΄, τρίτου δὲ πενταγώνου τοῦ λε΄, τετάρτου δὲ ἑξαγώνου τοῦ με΄. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ ε΄ παρείληπται καθ’ ἕκαστον εἶδος· τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος ε΄ δὲ ὁ ιε΄, τῶν δὲ τετραγώνων ὁ κε΄, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κε΄ ἀριθμός, ε΄ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λε΄ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ς΄ η΄ θ΄ ιβ΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λε΄· ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἑπτάμηνα λέγουσιν. ὁ δὲ με΄ τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ς΄ θ΄ ιβ΄ ιη΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν με΄, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαί φασι.Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος· γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισὶ λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης ἡμᾶς. τὰ μὲν γὰρ τετράγωνα ξύλα τῷ τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθὰς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ ν΄, βάθος δὲ λ΄· καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας βάσεως ἀποξυνομένη πυραμίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζομένων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἱ διαφοραὶ τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μηνύουσιν.οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἑξαπλάσιοι ὡς τὰ τριακόσια τῶν ν΄, καὶ δεκαπλάσιοι ὡς τῶν λ΄ δεκαπλάσια τὰ τριακόσια, καὶ ἐπιδίμοιροι· τὰ γὰρ ν΄ τῶν λ΄ ἐπιδίμοιρα. εἰσὶ δ’ οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς ν΄ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λ΄ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβ΄ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως. Ἡ δὲ τράπεζα ἡ ἐν τῷ ναῷ πηχῶν ἐγεγόνει ἕξ, καὶ πόδες οἱ τέσσαρες ἀνὰ πῆχυν ἕνα ἥμισυ. συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβ΄, καθ’ οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς τέσσαρσιν ὥραις οἰκειουμένη. γῆς δ’, οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δἰ ὧν ὁδεύει τὸ ἔτος. διὸ καὶ κυμάτια στρεπτά φησιν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιρρεομένην ἐδήλου γῆν.