Ἀλλ’, ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρατιθέμενον. μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί. τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατά τε τὴν πίστιν κατά τε τὸν βίον ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως οὖσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν. ναὶ μὴν ἐξηγητοῦ τινος καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονται· οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἀξίους αὐτῶν διελάμβανον καὶ ἀνεξαπατήτους τούτους ἔσεσθαι, παρὰ τῶν εὖ εἰδότων παραλαμβάνοντας. ἄλλως τε καὶ πάνθ’, ὅσα διά τινος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν. καθάπερ τὰ μὲν ὥρια διαφαίνοντα τοῦ ὕδατος, αἱ μορφαὶ δὲ διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων. ἐλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως κατανοεῖσθαι.συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν, ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ’ ἐπικρύψεως εἰρημένων. ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει δὲ ὁ γνωστικός. ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις· οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου μυστήρια διηγεῖσθαι. φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς διατριβῆς καὶ στήλην ἐπ’ αὐτῷ γενέσθαι οἷα νεκρῷ. διὸ καὶ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, κατὰ τὸν θεῖον ἀπόστολον, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; δίχα γὰρ Ὀλυμπίων καὶ φθιμένων τιμαί. διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας.Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ’ αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν. ἀλλὰ καὶ οἱ Στωϊκοὶ λέγουσι Ζήνωνι τῷ πρώτῳ γεγράφθαι τινά, ἃ μὴ ῥᾳδίως ἐπιτρέπουσι τοῖς μαθηταῖς ἀναγινώσκειν, μὴ οὐχὶ πεῖραν δεδωκόσι πρότερον, εἰ γνησίως φιλοσοφοῖεν. λέγουσι δὲ καὶ οἱ Ἀριστοτέλους τὰ μὲν ἐσωτερικὰ εἶναι τῶν συγγραμμάτων αὐτοῦ, τὰ δὲ κοινά τε καὶ ἐξωτερικά. ἀλλὰ καὶ οἱ τὰ μυστήρια θέμενοι, φιλόσοφοι ὄντες, τὰ αὑτῶν δόγματα τοῖς μύθοις κατέχωσαν, ὥστε μὴ εἶναι ἅπασι δῆλα· εἶθ’ οἳ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντως ἁγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν; πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθ’ οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ’ οὐδ’ οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλ’ ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι πρὸς τοὺς πολλοὺς ᾐνίσσετο. ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται τοῦ διαιρεῖν δόξαν ἀπό τε εὐκλείας καὶ ἀληθείας. μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν. αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί· τοὺς ἀρίστους δὲ τὸ κλέος μεταδιώκειν. αἱρεῦνται γάρ, φησίν, ἓν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα, γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαιμονίαν· ὅ τ’ Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πως γράφων· ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις. ἔστιν γάρ τις καὶ τελείων μάθησις, περὶ ἧς πρὸς τοὺς Κολοσσαεῖς γράφων φησίν· οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἐν πάσῃ δυνάμει ἐνδυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.