Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἔν τισιν, ὡς ἀποδέδεικται. τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινὰ δὴ ταῦτα· οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα. ὁ μὲν γὰρ χοῖρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει, ἀεὶ κνηστιῶσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφαγὴν καὶ ἀπώλειαν πιαινομένην. ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται. εἶτα ἐπιφέρει· βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς. ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος. διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.ναὶ μὴν ὅταν λέγῃ οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα, οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλ’ ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ βιοῦσιν· ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονεξίαν ὁ κόραξ μηνύει. γέγραπται δέ· μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται. ἐντεῦθεν ὁ Θέογνις γράφει· ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι συμμίςγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών.οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν) καταπίπτειν φησίν. ᾗ καὶ τὸν Φαέθοντα δἰ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται. Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε· τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός. κατ’ ἄλλο σημαινόμενον εἴη δ’ ἂν ἐπιθυμία τὸ ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ, φησί, καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ’ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν. ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκροατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν. ἐπικρυπτόμενος δ’ οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ βάθος τῆς γνώσεως κατακάλυπτε τὸν λάκκον. ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. ἀργύριον δὲ δώσει, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας.Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι κυρίου· μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα. τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι· ὁ γὰρ διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόρρωθεν ὁδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας, ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων. Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἴληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις, τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δ’ ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἑστὼς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ.