Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλὰ καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ἔνδειξιν· σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς, φησὶν ὁ γραμματικὸς Δίδυμος, καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον. Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν. βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν, καθὰ καὶ Ὀρφεύς· καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ. ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφων· καὶ βέδυ λαβὼν κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου. ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκει· ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον.συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα. ζὰψ δὲ τὸ πῦρ οἳ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντο· καλεῖται δ’ οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς· ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει. Διονύσιός τε ὁ Ἴαμβος ὁμοίως· πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ. ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικός· καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια. καὶ Σιμμίας ὁ Ῥόδιος· ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ. χθὼν δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη. καὶ πλῆκτρον οἳ μὲν τὸν πόλον, οἳ δὲ τὸν ἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν τε καὶ αὔξησιν ἢ τὸν πάντων πληρωτικόν.οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει· ἐκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα. σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν· ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ. Ἐμπεδοκλῆς φησιν· εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν, ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. Ἀπολλόδωρος δ’ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ. ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως· μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν· ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός· βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ· κναξζβίχ, θύπτης, φλεγμό, δρώψ. μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων· ἴδε σοι σπένδω κναξζβὶχ τὸ λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν· ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων. ἴδε σοι Βρομίου αἴθοπα φλεγμὸν λείβω. αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ’ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει. δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, εἰς μέτρον ἡλικίας, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός· μάρπτε, σφίγξ, κλώψ, ζβυχθηδόν· σημαίνει δ’, οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας· μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ. Τί δ’; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι· μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ δάκρυα Διὸς τὸν ὄμβρον δηλοῦν, Μοίρας τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ.Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες. καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου περὶ φύσεως, ὃς καὶ δἰ αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται. ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου. Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.