Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται κατὰ τὴν ποιητικὴν χάριν. διὰ τοῦτο ὁ κύριος ἄρατε τὸν ζυγόν μου φησίν, ὅτι χρηστός ἐστι καὶ ἀβαρής. καὶ τοῖς περὶ πρωτείων φιλονικοῦσι γνωρίμοις μετὰ ἁπλότητος τὴν ἰσότητα παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν. ὡσαύτως καὶ ὁ ἀπόστολος μηδένα εἶναι ἐν Χριστῷ δοῦλον ἢ ἐλεύθερον γράφει ἢ Ἕλληνα ἢ Ἰουδαῖον· καινὴ γὰρ ἡ κτίσις ἡ ἐν Χριστῷ ἀφιλόνικος καὶ ἀπλεονέκτητος καὶ ἰσότης δικαία· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται καρδίαν ἐσθίειν ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν. ἄθλιος γοῦν ἐκεῖνος, ὅν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὅν θυμὸν κατέδειν.Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον. ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις. Ἀριστόκριτος δ’ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. μὴ βλάπτετε προσόδους ἐμάς, ἵνα μὴ ἐμαὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι. συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. ὁμοίως καὶ Εὐφορίων ὁ ποιητὴς τὸν Νέστορα παράγει λέγοντα· οἱ δ’ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους. Διὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις. θηρίου γὰρ ὁμοῦ καὶ ἀνθρώπου ἡ σφὶγξ αἰνίσσεται τὴν εἰκόνα.Μακρὸν δ’ ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δἰ αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχρη δ’, οἶμαι, τῷ γε νοῦν κεκτημένῳ εἰς ἔνδειξιν τοῦ προκειμένου ὀλίγα τινὰ ἐκτεθέντα παραδείγματα. αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ’ Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ’ οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην. τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δ’ ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει τὴν ἀποκάλυψιν τοῦ θεοῦ· ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρί.ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον τε ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας τῆς πᾶσιν ἀνειμένης Ἑβραίοις· διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς· ἄλλοι δὲ κόσμου τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο κιόνων, εἶργον τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οὖσι προσανέχων. ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ. εἰσὶ δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ τοῖν χειροῖν λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει· τοιοῦτοι γὰρ οἱ τῇ πεντάδι τῶν αἰσθήσεων προσανέχοντες μόνῃ. ἄβατον δὲ ἀκοαῖς καὶ τοῖς ὁμογενέσιν ἡ νόησις τοῦ θεοῦ.ἐντεῦθεν πρόσωπον εἴρηται τοῦ πατρὸς ὁ υἱός, αἰσθήσεων πεντάδι σαρκοφόρος γενόμενος, ὁ λόγος ὁ τοῦ πατρῴου μηνυτὴς ἰδιώματος. εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους. ὁ καλὸς ἀπόστολος λέγει. ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω εἴργει. πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι, ἁγίας μήνυμα τετράδος διαθηκῶν παλαιῶν, ἀτὰρ καὶ τὸ τετράγραμμον ὄνομα τὸ μυστικόν, ὃ περιέκειντο οἷς μόνοις τὸ ἄδυτον βάσιμον ἦν· λέγεται δὲ Ἰαουε, ὃ μεθερμηνεύεται ὁ ὢν καὶ ὁ ἐσόμενος. καὶ μὴν καὶ καθ’ Ἕλληνας θεὸς τὸ ὄνομα τετράδα περιέχει γραμμάτων. εἰς δὲ τὸν νοητὸν κόσμον μόνος ὁ κύριος ἀρχιερεὺς γενόμενος εἴσεισι, διὰ τῶν παθῶν εἰς τὴν τοῦ ἀρρήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ πᾶν ὄνομα ἐξαναχωρῶν, ὃ φωνῇ γνωρίζεται. ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δἰ ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ’ αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ’ αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός.