ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια· νῷ ἄρα θεωρητὸς ὁ λόγος. τοὺς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει . ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ, ὅπερ οἱ βάρβαροι λόγον εἰρήκασι τοῦ θεοῦ· ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα· ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή. προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτὸν γεννᾷ, ὅταν ὁ λόγος σὰρξ γένηται, ἵνα καὶ θεαθῇ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ· τῷ κρούοντι, γάρ φησιν, ἀνοιγήσεται· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπηλειφότες κηλῖδας. τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει. οὖ γὰρ ἐν μέσοισι κεῖται δῶρα δυσμάχητα Μοισᾶν τὠπιτυχόντι φέρειν.ἡ γοῦν τῆς ἀγνοίας ἐπίστασις τὸ πρῶτόν ἐστι μάθημα τῷ κατὰ λόγον βαδίζοντι. ἀγνοήσας τις ἐζήτησεν, καὶ ζητήσας εὑρίσκει τὸν διδάσκαλον εὑρών τε ἐπίστευσεν καὶ πιστεύσας ἤλπισεν ἀγαπήσας τε ἐντεῦθεν ἐξομοιοῦται τῷ ἠγαπημένῳ, τοῦτ’ εἶναι σπεύδων ὃ φθάσας ἠγάπησεν. τοιαύτην τινὰ μέθοδον Σωκράτης ὑποδείκνυσιν Ἀλκιβιάδῃ ὧδε πυνθανομένῳ· Οὐκ ἂν οἴει ἄλλως εἰδέναι με περὶ τῶν δικαίων; — Ναί, εἴ γε εὕροις. — Ἀλλ’ οὐκ ἂν εὑρεῖν με ἡγῇ; — Καὶ μάλα γε, εἰ ζητήσαις. — Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; — Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. ταύτῃ τοι καὶ αἱ τῶν φρονίμων παρθένων λαμπάδες αἱ νύκτωρ ἀνημμέναι ἐν πολλῷ τῆς ἀγνοίας σκότει, ἣν νύκτα ᾐνίξατο ἡ γραφή· φρόνιμοι ψυχαί, καθαραὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι καὶ τὸν νοῦν ἐγείρουσι καὶ φωτίζουσι τὸ σκότος καὶ τὴν ἄγνοιαν ἐξελαύνουσι καὶ ζητοῦσι τὴν ἀλήθειαν καὶ τοῦ διδασκάλου τὴν ἐπιφάνειαν ἀναμένουσι. φιλόσοφον μὲν οὖν, ἦν δ’ ἐγώ, πλῆθος ἀδύνατον γενέσθαι. ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι κατὰ τὸν Πλάτωνα. πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις. προσεύχεσθε δὲ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωϊκοῦ φιλόσοφος ποιητικὴ ὧδέ πως τὰ ὅμοια γράφει· μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι, μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν. οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν οὔτε δικαίων οὔτε καλῶν, ὀλίγοις δὲ παρ’ ἀνδράσι τοῦτό κεν εὕροις.γνωμικώτερον δὲ ὁ κωμικὸς ἐν βραχεῖ· αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ. ἀκηκόασι γάρ, οἶμαι, τῆς καλῆς ἐκείνης λεγούσης ἡμῖν σοφίας· εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. καὶ πάλιν· σοφοὶ κρύψουσιν αἴσθησιν· ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἰ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτηρίᾳ. ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο. τοῖς μὲν γὰρ κακοῖς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν. ὅτι δέ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἑπομένων· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα. ὅτι ἀποκρίνου φησὶν ὁ Σολομὼν τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ. διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ’ αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας εἰκότως ἀφίκοιντο· τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους καὶ ἀδίκους καταπέμπεται· ἢ Ἰουδαίων μόνων ἐστὶν ὁ θεός; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἶς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.Ἀλλ’ ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ’ ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι· τὸ γὰρ συνετὸν ἤτοι τὸ δίκαιον ὁ πολὺς οὗτος ὄχλος οὐκ ἐκ τῆς ἀληθείας, ἀλλ’ ἐξ ὧν ἂν ἡσθῇ, δοκιμάζει. ἥδοιτο δ’ ἂν οὐχ ἑτέροις μᾶλλον ἢ τοῖς ὁμοίοις αὐτοῦ· ὅσον γὰρ τυφλὸν ἔτι καὶ κωφόν, οὐ ξύνεσιν ἔχον οὐδὲ φιλοθεάμονος ψυχῆς ὄψιν ἀθαμβῆ τε καὶ ὀξυδερκῆ, ἣν ὁ σωτὴρ ἐντίθησι μόνος, ὥσπερ ἐν τελεταῖς ἀμύητον ἢ ἐν χορείαις ἄμουσον, οὔπω καθαρὸν ὂν οὐδὲ ἄξιον ἁγνῆς ἀληθείας, ἐκμελὲς δὲ καὶ ἄτακτον καὶ ὑλικόν, ἔτι ἔξω θείου χοροῦ ἵστασθαι δεῖ· πνευματικοῖς τε γὰρ πνευματικὰ συγκρίνομεν. διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν διὰ τὸν ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ’ αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπετάσματος ᾐνίξαντο, δἰ οὗ μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην· οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτὸν εἶναι συνεδόκει καὶ Πλάτωνι.