Σαφέστερον δὲ ἐκεῖνα ἔχει. ὁ γὰρ σωτήρ, ἀγαπᾶν παραγγείλας τὸν θεὸν καὶ τὸν πλησίον, ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι. ταῦτα θρυλοῦσιν οἱ Στωϊκοὶ τὰ δόγματα καὶ πρὸ τούτων ὁ Σωκράτης ἐν Φαίδρῳ εὐχόμενος· ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τἄνδον εἶναι καλῷ. ἐν δὲ τῷ Θεαιτήτῳ διαρρήδην φησίν· ὁ γὰρ καλῶς λέγων καλός τε κἀγαθός. κἀν τῷ Πρωταγόρᾳ καλλίονι Ἀλκιβιάδου ἐντυχεῖν ὁμολογεῖ τοῖς ἑταίροις Πρωταγόρου, εἴ γε τὸ σοφώτατον κάλλιστόν ἐστιν· τὴν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ ἐναντίον τὴν κακίαν αἶσχος ψυχῆς. Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατ’ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς. Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαϊκῶν ἐπιτομήν, βιβλία γέγονεν ἱκανά, δἰ ὧν ἀποδείκνυσι τὴν Περιπατητικὴν φιλοσοφίαν ἔκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.Καὶ τὰ μὲν τῇδε ἐχέτω· ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. ὅθεν ἀνάγκη φησὶ γεγονέναι ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἷς γνῶσις, ἐκείνους δὲ ἐφ’ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, ᾗ ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα· τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· λέγωμεν δὴ περὶ τῶν κορυφαίων. τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι καὶ οἱ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτ’ οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνώμενος.Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἐκεῖνο ἀπεικαστέον· ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις· τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς ἀπέστω. καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυσέως λέγοντος ›εἶπεν, καὶ ἐγένετο‹, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον μὲν οἱ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν· Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει θέσθαι τό· ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἡσαΐας, καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν.Καλλίμαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος. πάλιν τε αὖ ὁ αὐτός τε εἴ σε (ἔφη) ὁ Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει· Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον. Πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. Τί δ’ ; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς, ἐπί τε τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος. Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γιγνώσκειν σε δεῖ, αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,ὁ μελοποιὸς δέ· θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας (ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος ποιῆσαι, φησίν, θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, ἐκ Διὸς ἀρχώμεσθα εἰπών, τὸν οὐδέποτ’, ἄνδρες, ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες· ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργία, ὁ δ’ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἀγείρει· αὐτὰρ τάδε σήματ’ ἀν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν Ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωυσέα ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.