ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δ’; οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν μικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δἰ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Αάχεσιν, κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο.Ναὶ μὴν γενετὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν· πότερον ἦν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς τε γὰρ ὢν ἁπτός ἐστιν ἁπτός τε ὢν καὶ σῶμα ἔχει. αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν τε ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσιν· ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; τί μήν; μίαν ἢ πλείους; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ ταῦτα γράφει· ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν. ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς, ὧδέ πως γράφων· ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν, τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλουμένου παραδείγματος· καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἀειδῆ καὶ φῶς νοητόν· ἐν ἀρχῇ γάρ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.εἶτ’ ἐπιφέρει· καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ ̔τὸ δὲ στερεὸν αἰσθητόν’ γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ τὴν ἀκολουθίαν ὀνομαζομένην θείαν· φησὶ γάρ· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε. ἀκόλουθοι δ’, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)· Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὃ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον, ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις.ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη. εἶτα ὑποβὰς ἐπάγει πάλιν· πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ. ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. ἴσον γὰρ τούτοις ἐκεῖνα δύναται· οὐ παύσεται ὁ ζητῶν, ἕως ἂν εὕρῃ· εὑρὼν δὲ θαμβηθήσεται, θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαήσεται. Τί δ’; οὐχὶ κἀκεῖνα τοῦ Θάλητος ἐκ τῶνδε ἤρτηται; τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων δοξάζεσθαι τὸν θεὸν καὶ τὸ καρδιογνώστην λέγεσθαι πρὸς ἡμῶν ἄντικρυς ἑρμηνεύει. ἐρωτηθεὶς γέ τοι ὁ Θάλης, τί ἐστι τὸ θεῖον, τὸ μήτε ἀρχήν, ἔφη, μήτε τέλος ἔχον. πυθομένου δὲ ἑτέρου, εἰ λανθάνει τὸ θεῖον πράσσων τι ἄνθρωπος, καὶ πῶς, εἶπεν, ὅς γε οὐδὲ διανοούμενος; Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃ· ἰδού, δέδωκα πρὸ ὀφθαλμῶν σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν ζωὴν καὶ τὸν θάνατον· ἔκλεξαι τὴν ζωήν. τὸ μὲν γὰρ ἀγαθὸν ζωὴν καλεῖ καὶ καλὸν τὴν τούτου ἐκλογήν, κακὸν δὲ τὴν τοῦ ἐναντίου αἵρεσιν. ἀγαθοῦ δὲ καὶ ζωῆς ἓν τέλος τὸ φιλόθεον γενέσθαι· αὕτη γὰρ ἡ ζωή σου καὶ τὸ πολυήμερον, ἀγαπᾶν τὸ πρὸς ἀλήθειαν.