καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών· τί θεός; ὅ τι τὸ πᾶν. καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει. τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ, ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος δἰ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτ’ ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἔτι Ὅμηρος μέν, εἰπὼν αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, δίκαιον τὸν θεὸν μηνύει· Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἑρμηνεύων τὸν θεόν, φησίν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν. εἶτα ἐπιφέρει· ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ δὲ γνόφος· καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἀρ’ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς Δἴ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις.Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος, Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἐστὲ μὲν δὴ πάντες ἀδελφοί λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους κρίνειν ἀκριβέστατα καὶ πάντῃ. Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ’ ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι. γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὐδὲ νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῴων, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα·πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες οἱ φιλόσοφοι ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ’, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός· οὔτε γὰρ ὅ ἐστιν οὔθ’ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.