Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν ὁρᾷς φησὶ τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. ἐν δὲ τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νύξ αἰολόχρως ἄκριτός τ’ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός· Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε τοι ὑπέρτερον.οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. καὶ πάλιν· νόμος καὶ βουλῇ πείθεσθαι ἑνός. κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. Ἀλλ’ ἄντικρυς καὶ μίαν ἀρχὴν καὶ παρ’ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθής· ἄκουε, φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα.Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστόχου, λέγων· εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν. καὶ πρὸ τούτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοιο. Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος.φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκεν. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις.Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς· εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἶτα, εἰ ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρεν· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ’ ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν· ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν.Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ· ἰδοὺ πάρειμι.Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν· μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν. καί· εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις· ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. συνᾴδει δὲ τούτοις ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα.