Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτως περὶ αὐτῆς λέγει· πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν· ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καί· ἑβδόμη ἦν ἱερή. καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖςι καὶ ἑβδόμη ἐστὶ γενέθλη. καί· ἑβδόμη ἐν πρώτοισιν καὶ ἑβδόμη ἐστὶ τελείη. καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσιν. Τί δ’; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησιν· οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται. ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν τίνι με ὡμοιώσατε; λέγει κύριος, θεὸν οὐδενὶ ἐοικέναι φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δ’ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δ’ ἐστὶν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖςιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, προεῖπεν ἡ Σίβυλλα.Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει· εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. καὶ πάλιν· ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν· ἀλλ’ εἴ τοι χεῖρας γ’ εἶχον βόες ἠὲ λέοντες, ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν τοιαῦθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.Ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν νούσων εἰσὶν καὶ ἄνατοι, οὐδὲν ἀνθρώποις ἴκελοι· Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος· τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ’; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρείαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον. οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν, Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ. εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγεν· ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός. ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος· ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο. ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις· ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδ’ ἐόντος αἰεὶ φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.Ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησίν· κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος αὐτὸς γὰρ πάντων φησὶ βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος. Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.Ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ Κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.