ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ’ αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν. καὶ πάλιν οἷον φιλοτιμούμενος ἐμφῆναι τὴν γνῶσιν ὧδέ πως γράφει· νουθετοῦντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, διαρρήδην ἐπιφέρει· συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ τῶν τοῦ σώματος ἀγαθῶν.καὶ ἔτι σαφέστερον ἐκκαλύπτει τὸ μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπιλέγων· προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δἰ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. ἦν γάρ τινα ἀγράφως παραδιδόμενα. αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι, τὰ πρῶτα μαθήματα πεπιστευμένος· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα.Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον ἁπλούστερον φησὶν ὑμῖν γράφω, ἵνα συνιῆτε. εἶθ’ ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει· τί λέγει ὁ ἄλλος προφήτης Μωυσῆς αὐτοῖς; ›ἰδοὺ τάδε λέγει κύριος ὁ θεός· εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος ὁ θεός, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι. τί λέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν· ἄνθρωπος γὰρ γῆ ἐστι πάσχουσα· ἀπὸ προσώπου γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο· τί οὖν λέγει· ›εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι‹; εὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ. λέγει γὰρ ὁ προφήτης· παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;‹ ἐπεὶ ὀλίγων ἐστὶ ταῦτα χωρῆσαι. οὐ γὰρ φθονῶν, φησί, παρήγγειλεν ὁ κύριος ἔν τινι εὐαγγελίῳ· μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου, ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἴνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται· ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ· τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατός ἐστιν, ὡς τὸ γνῶναι ζωὴ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως. καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστί, φθορὰν δὲ ἡ ἀπὸ τῆς τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει.πάλιν ὁ προφήτης· καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, σκοτεινούς, ἀοράτους, ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος ὁ θεός. τὰ εἰκότα τούτοις καὶ ὁ Δαβὶδ ψάλλει· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ τῷ φήσαντι· ποιήσει τις κρύφα, καὶ οὐχὶ ἐπόψομαι αὐτόν; διὰ τοῦτο φωτισμὸς ἡ μαθητεία κέκληται ἡ τὰ κεκρυμμένα φανερώσασα, ἀποκαλύψαντος μόνου τοῦ διδασκάλου τὸ πῶμα τῆς κιβωτοῦ, ἔμπαλιν ἢ οἱ ποιηταὶ τὸν Δία φασὶ τὸν μὲν τῶν ἀγαθῶν πίθον ἐπιλαβεῖν, ἀνοῖξαι δὲ τὸν τῶν φαύλων. οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ δἰ ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν· ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι τὰ ἐν μυστηρίῳ, δείκνυται.