τίς οὖν οὕτως ἄθεος ὡς ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων ἃ μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῇ τις, εἰ τὸ πῦρ θερμὸν ἢ ἡ χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὥς φησιν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν. ἔστιν δὲ ἃ καὶ κολάσεως ἄξια, ὁποῖόν ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιά ἐστι. προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων· ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς· ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.Ἐπεὶ δὲ οἳ μὲν ἄπιστοι, οἳ δὲ ἐριστικοί, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ. οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον τὸ ἀποβησόμενον. χάριτι γὰρ σῳζόμεθα, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τινα περιποιήσασθαι πρὸς αὐτό· δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐμαθείας ἁγνῆς καὶ τῆς τοῦ πατρὸς πρὸς αὑτὸν ὁλκῆς· ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, τῶν δὲ νοητῶν δἰ αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως. ἐὰν δέ τις αἰσθητῶς τὰ πάντα καταλήψεσθαι προσδοκήσῃ. πόρρωθεν τῆς ἀληθείας πέπτωκεν· πνευματικῶς γοῦν ὁ ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει· βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ὀλίγοις γὰρ ἡ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων. τὰ ἴσα τούτοις βούλεται τὰ παρὰ Μωυσεῖ· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται· δῆλον γὰρ μηδένα ποτὲ δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι· οἱ καθαροὶ δὲ τῇ καρδίᾳ τὸν θεὸν ὄψονται, ἐπὰν εἰς τὴν ἐσχάτην ἀφίκωνται τελείωσιν. ἐπεὶ γὰρ ἠσθένει πρὸς κατάληψιν τῶν ὄντων ἡ ψυχή, θείου διδασκάλου ἐδεήθημεν· καταπέμπεται ὁ σωτήρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλός τε καὶ χορηγός, τὸ ἀπόρρητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα.ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; φησί. καὶ πάλιν· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι. παγκάλως γοῦν Ἱερεμίας φησί· τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ἐρωτήσατε, φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο. τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἐλογίσθη. οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται πατὴρ μετέωρος· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον, εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς· ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς, ἐξειλεγμένος δὲ ὁ τοῦ σπουδαίου νοῦς.Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως· ὦ φίλοι, οἶδα μὲν οὕνεκ’ ἀληθείη παρὰ μύθοις, οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη ἥ γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή. διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων τῶν πείθειν ἐπαγγελλομένων, ἀλλ’ ἐν δυνάμει θεοῦ, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως σῴζειν δυναμένῃ. † δοκεόντων γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσειν· καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας, ὁ Ἐφέσιός φησιν. οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωικοί· καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι, τοῦτ’ ἐκεῖνο τὴν ἀνάστασιν περιέποντες. ὁ δὲ Πλάτων τὴν γῆν χρόνοις τισὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πώς φησι· πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ καὶ ἄλλοις ἕτεραι βραχύτεραι. καὶ μετ’ ὀλίγα ἐπιφέρει· τὸ δ’ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά. ἔπειτα περὶ τοῦ κατακλυσμοῦ ἐποίσει· ὅταν δ’ αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δ’ ἐν ταῖς παρ’ ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.