Παρεστήσαμεν δ’ ἐν τῷ πρώτῳ Στρωματεῖ κλέπτας λέγεσθαι τοὺς τῶν Ἑλλήνων φιλοσόφους, παρὰ Μωυσέως καὶ τῶν προφητῶν τὰ κυριώτατα τῶν δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κἀκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ ἀπόρρητα ταῖς γυναιξίν, ὅσα γε εἰς γνῶσιν αὐτῶν ἀφῖκτο, κρυπτόντων τῶν ἄλλων ἀγγέλων, μᾶλλον δὲ τηρούντων εἰς τὴν τοῦ κυρίου παρουσίαν. ἐκεῖθεν ἡ τῆς προνοίας διδασκαλία ἐρρύη καὶ ἡ τῶν μετεώρων ἀποκάλυψις. τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων ποιητὰς διαδοθείσης ἡ δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχασμὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν, ὃ καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν. οὐ γὰρ τοῦτο λέγω μηδ’ ὅλως ζητεῖν· ζήτει γάρ, καὶ εὑρήσεις λέγει. τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον, κατὰ τὸν Σοφοκλέα. τὰ δ’ ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει· πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι. ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον. παγκάλως γὰρ ὁ Φλειάσιος Τίμων γράφει· φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα, Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος· ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. ἔπειτα ὀλίγον ὑποβὰς ἐπιφέρει· τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβίδ· φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν· καρδία γὰρ ἡ ψυχὴ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι δἰ υἱοῦ ὁ πατὴρ γνωρίζεται. οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπτουσιν.οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι δἰ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, ἀγάπη δὲ ὁ θεὸς ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς πιστὸς ὁ θεὸς ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ δἰ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομένων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ· ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δ’ ἐστὶ φρονεῖν ὅσια. κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ’ Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ’ αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου ἀιδίου ἀρχὴν λαμβάνειν.ἐν δὲ τῷ Συμποσίῳ πᾶσι μὲν ἔρωτα φυσικὸν ἐγκεκρᾶσθαι λέγει τῆς τοῦ ὁμοίου γενέσεως, καὶ τοῖς μὲν ἀνθρώποις ἀνθρώπων μόνον, τῷ δὲ σπουδαίῳ τοῦ παραπλησίου. ἀδύνατον δ’ ἐστὶ τοῦτο ποιῆσαι τὸν σπουδαῖον μὴ ἔχοντα τελείους τὰς ἀρετάς, καθ’ ἃς παιδεύσει τοὺς προσιόντας νέους καί, ὡς ἐν Θεαιτήτῳ φησί, γεννήσει καὶ ἀνθρώπους ἀποτελέσει· κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχῆσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ ὁ καλός που λέγει ἀπόστολος. ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τινα ἀγάπην νοῶν, ἣν σὺ νόῳ δέρκευ μηδ’ ὄμμασιν ἧσο τεθηπώς. ἀλλὰ καὶ Παρμενίδης ἐν τῷ αὐτοῦ ποιήματι περὶ τῆς Ἐλπίδος αἰνισσόμενος τὰ τοιαῦτα λέγει· λεῦσσε δ’ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως· οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον οὔτε συνιστάμενον·