Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν μὲν πίστιν ἡμῶν περὶ περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ’ ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ· ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ, υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος. καὶ ἵνα τις πιστεύσῃ τῷ υἱῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ ὁ υἱός. αὖθίς τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι ὁ τοῦ θεοῦ υἱὸς διδάσκει· ἐκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρ· γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας. ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί· γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ’ αὐτῇ τῇ θεωρίᾳ.Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει. ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος μάλιστα δέ τ’ ἔκλυον αὐτοὶ γράφει· τὸ γὰρ ὅλον ἡ συνῳδία καὶ ἡ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἓν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. καὶ πάλιν ὑποβὰς ἐπάγει· δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένην· ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις ἐπέλεγεν· ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ’ ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται.ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς κόκκον σινάπεως ἐπιδάκνουσαν ὠφελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους. εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ’ οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν. παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει. ἦν δ’ ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ ἀναλάμψαι δύνασθαι τὴν φύσιν. εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλ’ οὐ φύσει σῳζομένης τῆς ἐκλογῆς.ὁ γοῦν Ἀβραὰμ δἰ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῇ ἐπαγγειλαμένῃ σοὶ δίδωμι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου ἤτοι ἐκλεκτὸς ἦν ἢ οὔ; ἀλλ’ εἰ μὲν οὐκ ἦν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ἡ ὑπόθεσις, εὑρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης· ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνην. ἐὰν γάρ τις τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ’ αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει ἢ καὶ μιμήσει τούτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ’ αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ. καὶ πῶς ἔτι ἀγαθὸς ὁ οὕτως καὶ ὕστερος; εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ’ ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην φησὶν ὁ προφήτης· τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι ὁ θεσπέσιος παρῄνεσε Παῦλος, ὅτι γεννῶσι μάχας· ὅ τε Αἰσχύλος κέκραγε· τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. τὴν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλ’ οὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπ’ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)· τέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίρρητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.