εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή. καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφων· μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαίνειν. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτ’ εἶναι τὴν ὥραν. ὥστε φιλοσοφητέον καὶ νεωτέρῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων.Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· τὸν δὲ ἀρνησάμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνήσομαι αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων. ὃς γὰρ ἂν ἐπαισχυνθῇ με ἢ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. πᾶς οὖν ὅστις ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅταν δὲ φέρωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ προμεριμνᾶτε πῶς ἀπολογηθῆτε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ τί δεῖ εἰπεῖν.Τοῦτον ἐξηγούμενος τὸν τόπον Ἡρακλέων ὁ τῆς Οὐαλεντίνου σχολῆς δοκιμώτατος κατὰ λέξιν φησὶν ὁμολογίαν εἶναι τὴν μὲν ἐν πίστει καὶ πολιτείᾳ, τὴν δὲ ἐν φωνῇ. ἡ μὲν οὖν ἐν φωνῇ ὁμολογία καὶ ἐπὶ τῶν ἐξουσιῶν γίνεται, ἣν μόνην, φησίν, ὁμολογίαν ἡγοῦνται εἶναι οἱ πολλοὶ οὐχ ὑγιῶς, δύνανται δὲ ταύτην τὴν ὁμολογίαν καὶ οἱ ὑποκριταὶ ὁμολογεῖν. ἀλλ’ οὐδ’ εὑρεθήσεται οὗτος ὁ λόγος καθολικῶς εἰρημένος· οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ ἐξῆλθον, ἐξ ὧν Ματθαῖος, Φίλιππος, Θωμᾶς, Λευῒς καὶ ἄλλοι πολλοί. καὶ ἔστιν ἡ διὰ τῆς φωνῆς ὁμολογία οὐ καθολική, ἀλλὰ μερική. καθολικὴ δὲ ἣν νῦν λέγει, ἡ ἐν ἔργοις καὶ πράξεσι καταλλήλοις τῆς εἰς αὐτὸν πίστεως. ἕπεται δὲ ταύτῃ τῇ ὁμολογίᾳ καὶ ἡ μερικὴ ἡ ἐπὶ τῶν ἐξουσιῶν, ἐὰν δέῃ καὶ ὁ λόγος αἱρῇ. ὁμολογήσει γὰρ οὗτος καὶ τῇ φωνῇ, ὀρθῶς προομολογήσας πρότερον τῇ διαθέσει.καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων ›ἐν ἐμοὶ‹ εἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ ›ἐμὲ‹ προσέθηκεν. οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ἀρνοῦνται αὐτόν, τῇ πράξει μὴ ὁμολογοῦντες. μόνοι δ’ ἐν αὐτῷ ὁμολογοῦσιν οἱ ἐν τῇ κατ’ αὐτὸν ὁμολογίᾳ καὶ πράξει βιοῦντες, ἐν οἷς καὶ αὐτὸς ὁμολογεῖ ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ. οὐ γὰρ εἶπεν ›ὃς ἀρνήσηται ἐν ἐμοί‹, ἀλλ’ ›ἐμέ‹· οὐδεὶς γάρ ποτε ὢν ἐν αὐτῷ ἀρνεῖται αὐτόν. τὸ δὲ ›ἔμπροσθεν τῶν ἀνθρώπων,‹ καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρ’ οἷς μὲν καὶ τῇ πολιτείᾳ, παρ’ οἷς δὲ καὶ τῇ φωνῇ. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ.Ταῦτα μὲν ὁ Ἡρακλέων· καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι ἀπὸ διαθέσεως πεπιστευκέναι φαίνονται· διάθεσις δὲ ὁμολογουμένη καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένη ὑφ’ ἓν ἁπάντων τῶν παθῶν, ἃ δὴ διὰ τῆς σωματικῆς ἐπιθυμίας ἐγεννᾶτο, ἀποκοπὴν ποιεῖται· ἔστι γὰρ ὡς ἔπος εἰπεῖν ἐπὶ τέλει τοῦ βίου ἀθρόα κατὰ τὴν πρᾶξιν μετάνοια καὶ ἀληθὴς εἰς Χριστὸν ὁμολογία ἐπιμαρτυρούσης τῆς φωνῆς. εἰ δὲ τὸ πνεῦμα τοῦ πατρὸς ἐν ἡμῖν μαρτυρεῖ, πῶς ἔτι ὑποκριταί, οὓς φωνῇ μόνῃ μαρτυρεῖν εἴρηκεν; δοθήσεται δέ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διά τε τῆς μαρτυρίας διά τε τῆς ἀπολογίας ὠφελῶνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατ’ ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπ’ ἐκπλήξεως κατεχόμενοι.ὥστε τὸ ὁμολογεῖν ἐκ παντὸς δεῖ, ἐφ’ ἡμῖν γάρ, ἀπολογεῖσθαι δὲ οὐκ ἐκ παντός, οὐ γὰρ καὶ τοῦτο ἐφ’ ἡμῖν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ἐπεὶ τίς οὐκ ἂν τῶν εὖ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλ’ οὐ δουλεύειν ἕλοιτο; θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν. ἔοικεν οὖν τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. αὐτίκα ὁ Ποιμήν φησιν· ἐκφεύξεσθε τὴν ἐνέργειαν τοῦ ἀγρίου θηρίου, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος. ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς λέγει σινιάσαι· ἐγὼ δὲ παρῃτησάμην.