μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δἰ εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου συνασκηθῆναι ζωῆς. εἶδον, γάρ φησι, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, λέγει ἡ γραφή, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. οὗτος δ’ ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν· ὁ γὰρ λαὸς ὁ ἕτερος τοῖς χείλεσι τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἄπεστιν ἀπὸ κυρίου. τῷ στόματι αὐτῶν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ αὐτῶν καταρῶνται· ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν. ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια· τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ. παρρησιάσομαι ἐν αὐτῷ, ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ. μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτήμονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους· ἔρωτες γὰρ καὶ νόσοι καὶ οἱ φαῦλοι διαλογισμοὶ διορύσσουσι τὸν λογισμὸν καὶ τὸν ὅλον ἄνθρωπον, ὁ δὲ τῷ ὄντι θησαυρὸς ἡμῶν ἔνθα ἡ συγγένεια τοῦ νοῦ. ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ’ αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον αἰτουμένους. οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος.λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι· ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ οἱ διερχόμενοι δἰ αὐτῆς· οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοίων διαλέγεται παθῶν· ἄφρον, γὰρ οὕτως ἔφη, ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται; καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἔχει κατὰ λέξιν· φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. καὶ πάλιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἀπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ δὲ μικρὰ καὶ περὶ τὸν βίον, ταῦτα προστεθήσεται ὑμῖν.ἆρ’ οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει; πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ὁ παιδεύων τὴν ψυχὴν Χριστός. Ζακχαῖον τοίνυν, οἳ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην φάναι, κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι. ἐφ’ οὗ καὶ ὁ σωτὴρ εἶπεν· ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν σήμερον τὸ ἀπολωλὸς εὗρεν. πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντων· ὃ μὲν γὰρ ἀπὸ τοῦ περισσεύματος, ἣ δὲ ἐκ τῆς ὑστερήσεως συνεισήνεγκεν.ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατ’ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίων· ὃς γὰρ ἂν δέξηται, φησί, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἂν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει. πάλιν τε αὐ τὰς κατ’ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν διὰ τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.