ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ. ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει, ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι· μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ διὰ δικαιοσύνην δηλονότι. μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δἰ ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, εἴ γε καὶ αὐτὴ αὑτὴν κατὰ μετάθεσιν ἀποσπᾷ. ὁ γὰρ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὑρήσει αὐτήν, ἢν μόνον τὸ ἐπίκηρον ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ. θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ. ἥτις ἐστὶ κοινωνία ἀφθαρσίας. ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ. τοῦτ’ οὖν ἐστι τὸ εὑρεῖν τὴν ψυχήν, τὸ γνῶναι ἑαυτόν.τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωικοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως· ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή. ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ· καί πως ἡ τῶν κακῶν πράξεων ἀποχὴ μείωσίς τε καὶ σβέσις τῶν κακιῶν εὑρίσκεται, καθαιρουμένης τῆς ἐνεργείας αὐτῶν διὰ τῆς ἀπραξίας, καὶ τοῦτ’ ἔστι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, τουτέστιν τοῖς ὑπὸ τοῦ κυρίου λεγομένοις ἕπου.ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν· ἀλλ’ ὁ θεὸςγὰρ πάντα πᾶσι μερίζει κατ’ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίας· καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ’ ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα· εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατ’ ἐπανάβασιν γνωστικήν. δεῖν δ’ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δἰ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.οἱ τοιοῦτοι ἐκ δεξιῶν ἵστανται τοῦ ἁγιάσματος· οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ μίσθιοι κέκληνται, καὶ μή τί γε ἐνταῦθα τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει, ἵν’ οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων εἰκόνα. † τρία τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκειμένης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν διαφορᾶς οὐκ ἴσης. διαφέρει δ’ οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι τοῦ κατὰ γνῶσιν ἑλομένου, ὡς τὸ πεπυρωμένον καὶ τὸ πεφωτισμένον τοῦ πυρὸς καὶ τοῦ φωτός. φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν οὕτως ὀνομάσαντος τοῦ κυρίου;αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι. τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσεῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ’ αὐτῶν καὶ μὴ καρποφορῆσαι δυνηθῆναι.