οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά. ὅ τε Ἐπίχαρμος μέμνασο ἀπιστεῖν φησίν· ἄρθρα ταῦτα τῶν φρενῶν. αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει. ὁ αὐτὸς λόγος ἐπί τε ἐγκρατείας καὶ ἀκρασίας. ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή. ᾗ μοι δοκεῖ τὸ σάββατον δἰ ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι καὶ τί ποτ’ ἐστὶν ᾧ διαφέρει θηρίων ἄνθρωπος. τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροι· ἠλάττωσας αὐτόν, φησί, βραχύ τι παρ’ ἀγγέλους· οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν *καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπὶ δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι ἐλαττουμένου παρὰ τοὺς ἀγγέλους. οὐκοῦν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω, ἐπεὶ μὴ διαφέρει ζωή· κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεὶ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ), ἑαυτὸν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον. διελέγετο γοῦν Μωυσεῖ, φησίν, ὁ θεὸς ὡς φίλος φίλῳ. τὸ μὲν οὖν ἀληθὲς τῷ θεῷ σαφές. αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀληθείας ἐρᾷ. ἴσθι, φησί, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ μελίττης γενοῦ μαθητής, ὁ Σολομὼν λέγει· εἰ γὰρ ἑκάστου τῆς οἰκείας φύσεως ἔργον ἓν καὶ βοὸς ὁμοίως καὶ ἵππου καὶ κυνός, τί ἂν φήσαιμεν τοῦ ἀνθρώπου τὸ ἔργον τὸ οἰκεῖον; ἔοικεν δ’ οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος, ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἥ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη, πρός τε τοὺς ἄνω σπεύδει συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρός τε ταύταις πόνου τε καὶ φόβου· καίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν φόβον ἐδείξαμεν. εἰ γὰρ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς οἱ κατατρέχοντες τοῦ νόμου φασί, καὶ ›ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ,‹ ἀλλὰ ›χωρὶς νόμου ἁμαρτία νεκρὰ‹ ἀντᾴδομεν αὐτοῖς. ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι μᾶλλον τὴν κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν· δικαίῳ γὰρ οὐ κεῖται νόμος, ἡ γραφή φησιν.καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι. ἀλλ’ οὐδὲ τοῦτο ἔγνωσαν οἱ κατήγοροι, ὡς ὁ ἀπόστολός φησιν ὅτι ὁ ἀγαπῶν τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, τῷ· ›ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.‹ ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, οὐ μῖσος κατασκευάζουσιν.οὔκουν πάθος ὁ φόβος οὗ γεννητικὸς ὁ νόμος. ὥστε ὁ νόμος ἅγιος καὶ τῷ ὄντι πνευματικός ἐστι κατὰ τὸν ἀπόστολον. δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε· τὸ γὰρ τέλος ἐκείνων θάνατος. νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας. πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δἰ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον· ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι. δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιληδόνους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἢ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντας· ὄνος ὑβριστὴς ὁ ἀκόλαστος, λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ’ ὅλον τὸν βίον μελετώμενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς τὸ σῶμα τῆς ψυχῆς δεσμῶν· ἐμοὶ γὰρ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.