Ἀρήτη δὲ ἡ Ἀριστίππου ἡ Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν Ἀρίστιππον. παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία καὶ Ἀξιοθέα ἡ Φλιασία· Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλοσοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν. παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς φησι Δίδυμος ἐν Συμποσιακοῖς.ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας· ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ’ Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει. Ἕλοιτ’ ἄν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπ’ ἀρετήν. πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ.οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπ’ ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ’ ἡμῖν. τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ’ ἐφ’ ἡμῖν οὐδαμῶς, οὐδ’ εἰ μάλιστα ἐνίσταιτο· θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινί. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἄν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ’ , ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν. καὶ αὖθίς που τούτοις τὰ ὅμοια· ἡδὺ δέ, ἢν κακόν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος. τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει· σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦς̓ ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν· μετὰ γὰρ τῶν φίλων εὐτυχεῖν δυστυχεῖν τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε;ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἐλ̣̣̔̓πίδος· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. χρὴ δὲ τὸν εὐδαίμονα γάμον οὔτε πλούτῳ ποτὲ οὔτε κάλλει κρίνεσθαι, ἀλλ’ ἀρετῇ. οὐδεμίαν, φησὶν ἡ τραγῳδία, ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνή, ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται. εἶτα οἷον παραινέσεις διδοῦσά φησι· πρῶτα μέν γε τοῦθ’ ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ. οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς ὁρᾷ, καὶ τὰ ἐπὶ τούτοις. πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν γυναῖκα δεδόσθαι τἀνδρὶ παρὰ τοῦ θεοῦ.δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται· εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ’ ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. μᾶλλον δέ, φησίν, εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὅς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δἰ αὐτῆς μιανθῶσιν οἱ πολλοί.εἷθ’ οἷον κολοφῶνα ἐπιθεὶς τῷ περὶ γάμου ζητήματι ἐπιφέρει· τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμένου, τί τὸ τέλειον, ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ φησι· ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὅν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.