ἐκέκραξεν δὲ ὁ δίκαιος καὶ ὁ κύριος εἰσήκουσε καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατο αὐτόν.‹ ›πολλαὶ μὲν γὰρ μάστιγες τῶν ἁμαρτωλῶν, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.‹ ὑπὸ πλήθους ἐλέου περιέχεσθαι τὸν ἐλπίζοντα γνησίως λέγει· ὅτι ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γέγραπται· διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς. διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι. ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν· προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν, κατὰ καιροὺς τεταγμένους. ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ’ ἐν ἔργοις ἀγαθοῖς· ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλ’ ἐάτω ὑφ’ ἑτέρου αὑτὸν μαρτυρεῖσθαι· ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν. ὁρᾶτε, ἀδελφοί, ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ ὑποκείμεθα μᾶλλον κινδύνῳ.Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ. αὕτη ἐστὶν ἡ ἀγάπη, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τὸν πλησίον, αὕτη εἰς τὸ ἀνεκδιήγητον ὕψος ἀνάγει· ›ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν‹, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ. τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις, φησί. τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν αὐτὸς καταξιώσῃ ὁ θεός; αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν. ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον· ἢν μὴ ἐκ διαθέσεως ἐκλεκτῆς, δἰ ἀγάπης γνωστικῆς μαρτυρήσω, λέγει, φόβῳ δέ.εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτῶν τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινός εἰμι ἄνθρωπος, ἠχῶν τὸν κύριον, οὐ γινώσκων. ἔστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἔστι καὶ ἄλλος ὁ παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ εὐεργετουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου· κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δἰ ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι. ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος. αἱ γενεαὶ δὲ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον· ἀλλ’ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν· οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐᾷ· ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεῖ· ›ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα κέρατα καὶ ὁπλάς. ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.‹ λέγει γάρ· ›θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με·‹ ›θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.‹ ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν. οὗ ἡ ἀγάπη τῷ πλησίον οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατ’ εἰκόνα θεοῦ. πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδασκαλία τε καὶ πολιτεία. ἀγάπῃ γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον. τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δἰ ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνεργούμενον.εἰκότως γοῦν καὶ τὰ τούτων ἀθλα διάφορα· τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν. Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτὸν γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ’ αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε. ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παῖδα ἀφικέσθαι τῇ ὑστεραίᾳ πρὸς αὐτόν. προλαβούσης ὄναρ τῆς ἐπιθυμίας τὴν παῖδα παρ’ ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα. ἧκον οὖν ἐπὶ τὸν κριτήν. τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεύσας, ἐν ἡλίῳ δέ, τὴν ἑταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεύσας εἰδώλου συμπλοκῆς.