Μὴ τοίνυν ψυχικοὺς ἐν ὀνείδους μέρει λεγόντων ἡμᾶς οἱ προειρημένοι, ἀλλὰ καὶ οἱ Φρύγες· ἤδη γὰρ καὶ οὗτοι τοὺς τῇ νέᾳ προφητείᾳ μὴ προσέχοντας ψυχικοὺς καλοῦσιν, πρὸς οὓς ἐν τοῖς Περὶ προφητείας διαλεξόμεθα. ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κἀνθένδε ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, δἰ ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς. τὸ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει οὐδὲ ἀσέβειαν ἢ μοιχείαν ἢ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπός ἐστι καὶ ἔργον θεοῦ. ἀμέλει τὸ ἁμαρτάνειν ἐν ἐνεργείᾳ κεῖται, οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον θεοῦ.ἐχθροὶ δὲ οἱ ἁμαρτάνοντες εἴρηνται θεοῦ, οἱ ἐχθροὶ δὴ τῶν ἐντολῶν αἷς μὴ δὲ ὑπακηκόασι, γενόμενοι, ὥσπερ φίλοι οἱ ὑπακηκοότες, οἳ μὲν διὰ τὴν οἰκείωσιν, οἳ δὲ διὰ τὴν ἀπαλλοτρίωσιν τὴν ἐκ προαιρέσεως προσαγορευθέντες· οὐθὲν γὰρ ἡ ἔχθρα οὐδ’ ἡ ἁμαρτία ἄνευ τοῦ ἐχθροῦ καὶ τοῦ ἁμαρτάνοντος. καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ’ ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται· ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ’ ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ’ ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, δἰ οὓς καὶ ἐγένετο, πλὴν ἐφ’ ὅσον γε αὐτοῖς ἀναγκαῖον συμπαρεῖναι. κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς μὴ κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δἰ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῖς τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, ὁ κατ’ ἐπιφορὰν τῶν διωκόντων, οὔτε ζωή, ἡ κατὰ τὸν βίον τοῦτον, οὔτε ἄγγελοι, οἱ ἀποστάται, οὔτε ἀρχαί (ἀρχὴ δὲ τῷ Σατανᾷ ὁ βίος ὃν εἵλετο· τοιαῦται γὰρ αἱ κατ’ αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους. οὔτε τὰ ἐνεστῶτα, ἐν οἷς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπόρου δὲ τὸ κέρδος, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα κατ’ ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει τοῦ προαιρουμένῳ (κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται ἔργον ἡμέτερον οὖσα)· ἡ τοιάδε ἐνέργεια οὐ δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἔχεις συγκεφαλαίωσιν γνωστικοῦ μάρτυρος.Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις ἡ ἐν ὀλίγοις παραδιδομένη· εἰσὶ δὲ οἵ φασι τὴν περὶ τῶν εἰδωλοθύτων γνῶσιν οὐκ ἐν πᾶσι φέρειν, μή πως ἡ ἐξουσία ἡμῶν πρόσκομμα τοῖς ἀσθενέσι γένηται· ἀπόλλυται γὰρ ὁ ἀσθενῶν τῇ σῇ γνώσει. κἂν φάσκωσι πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ, κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπ’ ἴσης τῷ ἀνακρίνοντες, γελοίαν ἐξήγησιν παραθήσονται. ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθ’ ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δἰ αὐτοῦ διακονοῦντος τοῦ Παύλου· ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν. ἕτερον οὖν ἐστι τὸ εἰρημένον πρὸς τοῦ ἀποστόλου· μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Κριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, μὴ οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί· μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν ἄχραντον ἐκκεῖσθαι προσήκει.