πόθεν οὖν κρείττους εἰσὶ τῶν κοσμικῶν οἱ τοιαῦτα πράσσοντες καὶ τοῖς χειρίστοις τῶν κοσμικῶν ὅμοιοι; ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι. ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν, ὅπως τὸν εἰς τὴν φυλακὴν συγκλεισμὸν διαφύγωσιν. ὄντως γὰρ ὡς ὁ κύριος ἔφη, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλείω τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, περὶ δὲ τῆς τῶν βρωμάτων ἐγκρατείας δείκνυται ἐν τῷ Δανιήλ. συνελόντι δ’ εἰπεῖν, περὶ ὑπακοῆς ὁ Δαβὶδ ψάλλων λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; καὶ παραχρῆμα ἀκούει· ἐν τῷ φυλάσσεσθαι τὸν λόγον σου ἐν ὅλῃ καρδίᾳ. ὅ τε Ἱερεμίας φησί· τάδε λέγει κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύσησθε.Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας. λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισίν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν ἐκτὸς ἡμῶν καὶ τὸν ἔσω ἄνθρωπον πεποιηκέναι. ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματός ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται. Ἄλλοι τινές, οὓς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθ’ ὅσα πεποίηκεν ἀγαθά ἐστιν· εἷς δέ τις τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ δὴ πάντας ἡμᾶς περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί. διὸ δὴ καὶ αὐτοὶ ἀντιτασσόμεθα τούτῳ εἰς ἐκδικίαν τοῦ πατρός, ἀντιπράσσοντες τῷ βουλήματι τοῦ δευτέρου. ἐπεὶ οὖν οὗτος οὐ μοιχεύσεις εἴρηκεν, ἡμεῖς, φασί, μοιχεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ.Φαίημεν δ’ ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν. διαβάλλεται δὲ ὑμῶν τὰ ἔργα· πῶς ἔτι τῆς ἀληθείας ἀντέχεσθαι ὑμᾶς ἐρεῖτε; ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας. καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ’ ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδέᾳ, ὅπερ ἀδύνατον· εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν.ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ πειράθητι ἀπαλλαγῆναι φησίν. ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν. τί δέ; οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμ’ ἄν), ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτηρίᾳ; οὐ γὰρ τὰ διαγορευθέντα χρησίμως, ἀλλ’ ἑαυτοὺς καταστρέφετε. καὶ ὁ μὲν κύριος τὰ ἀγαθὰ ὑμῶν ἔργα λαμψάτω ἔφη, ὑμεῖς δὲ τὰς ἀσελγείας ὑμῶν ἐκφανεῖς ποιεῖτε. ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δἰ ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὐπ’ αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν βάρβαρον ἐθελῆσαι Ξέρξην φασίν;τί δ’ οὐχὶ πάσαις ταῖς ἐντολαῖς ἀντιτάσσεσθε; εἰπόντος γὰρ αὐξάνεσθε καὶ πληθύνεσθε ὑμᾶς τοὺς ἀντιτεταγμένους ἐχρῆν μηδ’ ὅλως συνουσίᾳ χρῆσθαι, καὶ εἰπόντος ἔδωκα ὑμῖν πάντα εἰς προφὰς καὶ ἀπολαύσεις ὑμᾶς ἐχρῆν μηδενὸς ἀπολαύειν. ἀλλὰ καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ λέγοντος ὑμᾶς ἐχρῆν μὴ ἀποδιδόναι ἀντίταξιν ἀντιτάξει, καὶ τὸν κλέπτην κελεύσαντος τετραπλοῦν ἀποδιδόναι ὑμᾶς ἐχρῆν καὶ προσδοῦναι τῷ κλέπτῃ· ὁμοίως τε αὖ καὶ τῇ ἀγαπήσεις τὸν κύριον ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπῆσαι, καὶ πάλιν εἰπόντος οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτὸν ὑμᾶς ἀκόλουθον ἦν καὶ τὰ γλυπτὰ προσκυνεῖν. πῶς οὖν οὐκ ἀσεβεῖτε ἀντιτασσόμενοι μέν, ὥς φατε, τῷ δημιουργῷ, τὰ δὲ ὅμοια ταῖς πόρναις καὶ τοῖς μοιχοῖς ἐζηλωκότες; πῶς δὲ οὐκ αἰσθάνεσθε μείζονα ποιοῦντες ὃν ὡς ἀσθενῆ νομίζετε, εἴπερ ὃ βούλεται, τοῦτο γίνεται, ἀλλ’ οὐχὶ ἐκεῖνο ὅπερ ἠθέλησεν ὁ ἀγαθός; ἔμπαλιν γὰρ ἀσθενὴς δείκνυται πρὸς ὑμῶν αὐτῶν ὁ ὑμέτερος, ὥς φατε, πατήρ.Ἀναλέγονται δὲ καὶ οὗτοι ἔκ τινων προφητικῶν περικοπῶν λέξεις ἀπανθισάμενοι καὶ συγκαττύσαντες κακῶς κατ’ ἀλληγορίαν εἰρημένας ἐξ εὐθείας λαβόντες. γεγράφθαι γάρ φασιν· ἀντέστησαν θεῷ καὶ ἐσώθησαν. οἳ δὲ καὶ τῷ ἀναιδεῖ θεῷ προστιθέασι, δέχονται δὲ ὡς βουλὴν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῶ. τῷ μὲν οὖν ἀναιδεῖ θεῷ οὐ γέγραπται· εἰ δὲ καὶ οὕτως ἔχοι, τὸν κεκλημένον διάβολον, ὧ ἀνόητοι, ἐξακούσατε ἀναιδῆ ἢ ὡς διαβάλλοντα τὸν ἄνθρωπον ἢ ὡς κατήγορον τῶν ἁμαρτανόντων ἢ ὡς ἀποστάτην. ὁ γοῦν λαός, ἐφ’ οὗ εἴρηται ἡ περικοπή, παιδεύομενοι ἐφ’ οἷς ἥμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἄλλα ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρ’ ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; ὅμοιον τούτω τὸ παρὰ τῶ Μαλαχίᾳ, τὸ προειρημένον, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν· χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.