ἀλλ’ οὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον (μετεγράφη γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννῶσιν ἐπ’ ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης ἔμφυτον ἔχοντες. κοινῇ πᾶσιν ἐπ’ ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ’ αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ νόμοι δέ, φησίν, ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν· ἡ γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει, μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων· τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς καινότητα κοινά τε γὰρ καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον· κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μήτε στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς. ἡ δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς ἰσότητος ἐγέννησε θρεμμάτων καὶ καρπῶν κλέπτην.κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ’ ὁμοίως τὰ ζῷα κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ’ ἰσότητος. οἳ δὲ γεγονότες οὕτω τὴν συνάγουσαν κοινωνίαν τὴν γένεσιν αὐτῶν ἀπηρνήθησαν καὶ φασιν· ὁ μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινωνεῖν ἁπάντων, ὥσπερ ἀπέφηνε τὰ λοιπὰ τῶν ζῴων. ταῦτα εἰπὼν κατὰ λέξιν πάλιν ὁμοίως αὐταῖς ταῖς λέξεσιν ἐπιφέρει· τὴν γὰρ ἐπιθυμίαν εὔτονον καὶ σφοδροτέραν ἐνεποίησε τοῖς ἄρρεσιν εἰς τὴν τῶν γενῶν παραμονήν, ἣν οὔτε νόμος οὔτε ἔθος οὔτε ἄλλο τι τῶν ὄντων ἀφανίσαι δύναται. θεοῦ γάρ ἐστι δόγμα. καὶ πῶς ἔτι οὗτος ἐν τῷ καθ’ ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὶ εὐαγγέλιον διὰ τούτων καθαιρῶν; ὃ μὲν γάρ φησιν· οὐ μοιχεύσεις. τὸ δὲ πᾶς ὁ προσβλέπων κατ’ ἐπιθυμίαν ἤδη ἐμοίχευσεν λέγει. τὸ γὰρ οὐκ ἐπιθυμήσεις πρὸς τοῦ νόμου λεγόμενον τὸν ἔνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον· λέγει γάρ· οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον. ὁ πλησίον δὲ οὐχ ὁ Ἰουδαῖος τῶ Ἰουδαίῳ, ἀδελφὸς γὰρ καὶ ταὐτότης τοῦ πνεύματος, λείπεται δὴ πλησίον τὸν ἀλλοεθνῆ λέγειν. πῶς γὰρ οὐ πλησίον ὁ οἶός τε κοινωνῆσαι τοῦ πνεύματος; οὐ γὰρ μόνων Ἑβραίων, ἀλλὰ καὶ ἐθνῶν πατὴρ Ἀβραάμ.εἰ δὲ ἡ μοιχευθεῖσα καὶ ὁ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν ἐντολὴν τὴν λέγουσαν οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον περὶ τῶν ἐθνῶν διαγορεύειν, ἵνα τις κατὰ νόμον καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις· ἡ δὲ τοῦ ἐγὼ μορίου προσθήκη προσεχεστέραν δείκνυσι τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι θεομαχεῖ ὅ τε Καρποκράτης ὅ τ’ Ἐπιφάνης, ὃς ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ, τῷ Περὶ δικαιοσύνης λέγω, ὧδέ πως ἐπιφέρει κατὰ λέξιν· ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆνα τοῦτο ἀκουστέον ›οὐκ ἐπιθυμήσεις‹ πρὸς τὸ γελοιότερον εἰπεῖν ›τῶν τοῦ πλησίον‹· αὐτὸς γὰρ ὁ τὴν ἐπιθυμίαν δοὺς ὡς συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν ζῴου· τὸ δὲ ›τῆς τοῦ πλησίον γυναικὸς‹ ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι γελοιότερον εἶκεν.Καὶ ταῦτα μὲν οἱ γενναῖοι Καρποκρατιανοὶ δογματίζουσι. τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ’ ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῆ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ’ ἡμέραν ἤδη παρ’ ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν. τοιαῦτα δὲ οἶμαι ταῖς κυνῶν καὶ συῶν καὶ τράγων λαγνείαις νομοθετεῖν τὸν Καρποκράτην ἔδει. δοκεῖ δέ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰν μὲν τὰς πρὸ τοῦ γάμου τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἑκάστην ἑκάστου εἶναι καὶ οὐκέτι κοινὴν τὴν γεγαμημένην.Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῆ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι (οὐ γὰρ ὕπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα.Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ τε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλ’ οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου γενομένην δημιουργοῦ· ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ’ οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι τοῖς ὑπ’ αὐτοῦ κτισθεῖσιν. ἀλλ’ οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ’ ὃ ἐνταῦθα εὐηγγελίσθησαν.