διὰ τούτους ὁ αὐτὸς προφήτης συμβουλεύων ἡμῖν λέγει· μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, τουτέστι τῆς ἀκαθαρσίας ἀντιποιούμενοι καὶ τοὺς πλησίον τὰ ὅμοια ἐκδιδάσκοντες, πολεμισταί, πλῆκται ταῖς οὐραῖς αὐτῶν, κατὰ τὸν προφήτην, ἃς κέρκους Ἕλληνες καλοῦσιν. εἶεν δ’ ἂν οὓς αἰνίσσεται ἡ προφητεία, καταφερεῖς, ἀκρατεῖς, οἱ ταῖς οὐραῖς αὐτῶν πολεμισταί, σκότους καὶ ὀργῆς τέκνα, μιαιφόνοι αὐτῶν τε αὐθένται καὶ τῶν πλησίον ἀνδροφόνοι. ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ. καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισὶ διατάττεται μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ὡς ἔζων κατὰ τὰς ἐπιθυμίας, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς διὰ τῆς τῶν ἐντολῶν ὑπακοῆς ἁγνῶς καὶ μακαρίως· ὥστε τότε μὲν ἔζων ἐν σαρκὶ σαρκικῶς, ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ.εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, τῆς ἐναντίας πολιτείας ἀποτρέπων ἡμᾶς ὁ κύριος λέγει, ἐπεὶ ἡ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. καὶ αὗταί εἰσιν αἱ ὁδοὶ πάντων τῶν συντελούντων τὰ ἄνομα. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος· καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι· τὸ γὰρ ὄνομα τοῦ θεοῦ δἰ αὐτοὺς βλασφημεῖται. ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι. καὶ ὅτι οὐ τὸν γάμον πορνείαν λέγει, ἐπιφέρει· ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἢ πόρνην τις ἐρεῖ τὴν παρθένον πρὶν ἢ γῆμαι; καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί,μεθ’ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών· τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς ἕως νῦν δὲ ἅγιά ἐστι. τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν; τί πρὸς ταύτας εἰπεῖν ἔχουσι τὰς νομοθεσίας οἱ τὴν σπορὰν καὶ τὴν γένεσιν μυσαττόμενοι; ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν μιᾶς γυναικὸς συνίστησι συζυγία.πάντα οὖν καθαρὰ τοῖς καθαροῖς, λέγει, τοῖς δὲ μεμιαμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίαται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. ἐπὶ δὲ τῆς παρὰ τὸν κανόνα ἡδονῆς μὴ πλανᾶσθε φησίν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα, οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ, εἰς ταύτην ἀπολούοντες τὴν ἀσέλγειαν, ἐκ σωφροσύνης εἰς πορνείαν βαπτίζουσι, ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι χαρίζεσθαι δογματίζοντες, ἀκρατεῖς ἐκ σωφρόνων εἶναι διδάσκοντες καὶ τὴν ἐλπίδα τὴν σφῶν ταῖς τῶν μορίων ἀναισχυντίαις προσανέχοντες, ἀποκηρύκτους εἶναι τῆς βασιλείας τοῦ θεοῦ, ἀλλ’ οὐκ ἐγγράφους τοὺς φοιτητὰς παρασκευάζοντες, ψευδωνύμου γνώσεως προσηγορίᾳ τὴν εἰς τὸ ἐξώτερον σκότος ὁδοιπορίαν ἐπανῃρημένοι. τὸ λοιπόν, ἀδελφοί, ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ὅσα καὶ ἐμάθετε ἃ καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.καὶ ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ τὰ ὅμοια λέγει· ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ›ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.‹ Ἀλλὰ γὰρ πέρα τοῦ δέοντος ἡ πρὸς τοὺς ψευδωνύμους τῆς γνώσεως ὑποκριτὰς ἀναγκαία γενομένη ἀπήγαγεν ἡμᾶς καὶ εἰς μακρὸν ἐξέτεινε τὸν λόγον ἀντιλογία. ὅθεν καὶ ὁ τρίτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς τοῦτο ἔχει τὸ πέρας.