Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ’ οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγει, ὅτι ἀνδρὶ γυνὴ διὰ θεοῦ ἁρμόζεται; ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ ἀπόστολος ἄγαμος ὡς κἀγώ. βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἐκλεκτοῦ τὸν σωτῆρα, ἄλλου δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα. τὸ δ’ οὐχ οὕτως ἔχει· ἀλλ’ ἔστι μὲν καὶ μετὰ τῶν σωφρόνως γημάντων καὶ τεκνοποιησάντων ὁ θεὸς δἰ υἱοῦ, ἔστι δὲ καὶ μετὰ τοῦ ἐγκρατευσαμένου λογικῶς ὁ αὐτὸς ὡσαύτως θεός. Εἶεν δ’ ἂν καὶ ἄλλως οἱ μὲν τρεῖς θυμός τε καὶ ἐπιθυμία καὶ λογισμός, σὰρξ δὲ καὶ ψυχὴ καὶ πνεῦμα κατ’ ἄλλον λόγον.τάχα δὲ καὶ τὴν κλῆσιν τήν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρώτην τιμὴν κατατασσόμενον γένος αἰνίσσεται ἡ προειρημένη τριάς· μεθ’ ὧν ἡ πανεπίσκοπος τοῦ θεοῦ δύναμις ἀμερῶς μεριστή. ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν· ἐνευλογήσεις γάρ, φησί, τὸν εὐλογοῦντα καὶ καταράσῃ τὸν καταρώμενον. ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ’ εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν. οὕτως οἱ δύο καὶ οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.Εἴη δ’ ἂν καὶ ἡ ὁμόνοια τῶν πολλῶν ἀπὸ τῶν τριῶν ἀριθμουμένη μεθ’ ὧν ὁ κύριος, ἡ μία ἐκκλησία, ὁ εἷς ἄνθρωπος, τὸ γένος τὸ ἕν. ἢ μή τι μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ; νόμος τε ὁμοῦ καὶ προφῆται σὺν καὶ τῷ εὐαγγελίῳ ἐν ὀνόματι Χριστοῦ εἰς μίαν συνάγονται γνῶσιν. οὐκοῦν οἱ διὰ μῖσος μὴ γαμοῦντες ἢ δἰ ἐπιθυμίαν ἀδιαφόρως τῇ σαρκὶ καταχρώμενοι οὐκ ἐν ἀριθμῷ τῶν σῳζομένων ἐκείνων μεθ’ ὧν ὁ κύριος.Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες. ἑκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς δογματιζόντων. ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον, τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν τῆς αὐτῆς αὐτοπροσώπως λεγούσης· ἠκούσατε τοῦ νόμου παραγγέλλοντος· οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγω· οὐκ ἐπιθυμήσεις. ὅτι γὰρ σωφρόνως ἐβούλετο ταῖς γαμεταῖς χρῆσθαι τοὺς ἄνδρας ὁ νόμος καὶ ἐπὶ μόνῃ παιδοποιίᾳ, δῆλον ἐκ τοῦ κωλύειν μὲν τῇ αἰχμαλώτῳ παραχρῆμα ἐπιμίγνυσθαι τὸν ἄγαμον, ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας, εἰ δὲ μηδ’ οὕτως μαραίνοιτο ἡ ἐπιθυμία, τότε παιδοποιεῖσθαι, δεδοκιμασμένης τῆς ὁρμῆς τῆς κυριευούσης κατὰ τὴν προθεσμίαν τοῦ χρόνου εἰς ὄρεξιν εὔλογον.ὅθεν οὐ δείξειας ἂν ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλ’ ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν γινωσκομένας τὰς γυναῖκας. αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν τοῦ Ἀαρὼν ἀποκύησιν, γεννήσαντα τὸν Μωσέα. ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν· οὐ γὰρ ῥᾳδίως αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν.ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ’ ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων. ἡμεῖς οὖν ναοὶ τοῦ θεοῦ ἐσμεν· καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός, ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθ’ ἕκαστον ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. οὐ τῶν γεγαμηκότων, ὥς φασιν, ἀλλὰ τῶν ἐθνῶν τῶν ἐν πορνείᾳ βιούντων ἔτι, πρὸς δὲ καὶ τῶν προειρημένων αἱρέσεων ἀφορισθῆναι ὡς ἀκαθάρτων καὶ ἀθέων κελεύει προφητικῶς ἡμᾶς.