πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια; ἀλλ’ εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει; καὶ παρέλκει ὁ διάκονος αὐτοῖς καὶ τὸ κήρυγμα καὶ τὸ βάπτισμα. εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἴτιον τὸ κακόν; εἰ μὴ γὰρ προϋπῆρχεν ἄγνοια, οὐκ ἂν ὁ διάκονος κατῆλθεν, οὐδ’ ἂν ἔκπληξις εἷλε τὸν Ἄρχοντα, ὡς αὐτοὶ λέγουσιν, οὐδ’ ἂν ἀρχὴν σοφίας ἐκ τοῦ φόβου ἔλαβεν εἰς τὴν φυλοκρίνησιν τῆς τε ἐκλογῆς τῶν τε κοσμικῶν. εἰ δὲ ὁ φόβος τοῦ προόντος Ἀνθρώπου ἐπιβούλους τοῦ σφετέρου πλάσματος πεποίηκε τοὺς ἀγγέλους, ὡς ἐνιδρυμένου τῷ δημιουργήματι ἀοράτου τοῦ σπέρματος τῆς ἄνωθεν οὐσίας, ἢ ὑπολήψει κενῇ παρεζήλωσαν, ὅπερ ἀπίθανον, ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους· ἢ προγνώσει ἐνεχόμενοι κεκίνηνται, ἀλλ’ οὐκ ἂν ἐπεβούλευσαν δἰ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν, οὐδ’ ἂν κατεπλάγησαν τὸ ἔργον τὸ αὑτῶν, ἐκ προγνώσεως τὸ ἄνωθεν σπέρμα νενοηκότες· ἢ τὸ τελευταῖον γνώσει πεποιθότες ἐτόλμησαν· ὃ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ κατ’ ἐἰκόνα, ἐν ᾧ καὶ τὸ ἀρχέτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπῇ ἄφθαρτον παρειλήφεσαν.Τούτοις τε οὖν αὐτοῖς καὶ ἑτέροις τισί, μάλιστα δὲ τοῖς ἀπὸ Μαρκίωνος ἐμβοᾷ οὐκ ἐπαΐουσιν ἡ γραφή· ὁ δὲ ἐμοῦ ἀκούων ἀναπαήσεται ἐπ’ εἰρήνης πεποιθώς, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. τί τοίνυν τὸν νόμον βούλονται; κακὸν μὲν οὖν οὐ φήσουσι, δίκαιον δέ, διαστέλλοντες τὸ ἀγαθὸν τοῦ δικαίου. ὁ δὲ κύριος φοβεῖσθαι τὸ κακὸν προστάττων οὐ κακῷ τὸ κακὸν ἀπαλλάττει, τῷ δὲ ἐναντίῳ τὸ ἐναντίον καταλύει. ἀγαθῷ δὲ κακὸν ἐναντίον, ὡς δίκαιον ἀδίκῳ. εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν· φόβῳ δὲ ἀφοβίαν εἰσάγων οὐ πάθει ἀπάθειαν, παιδείᾳ δὲ μετριοπάθειαν ἐμποιεῖ. ἐπὰν οὖν ἀκούσωμεν· τίμα τὸν κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον, τὸ φοβεῖσθαι ἁμαρτάνειν, ἕπεσθαι δὲ ταῖς ὑπὸ θεοῦ δοθείσαις ἐντολαῖς τιμὴν εἶναι τοῦ θεοῦ ἐκδεχόμεθα.δέος δέ ἐστι φόβος θείου. ἀλλ’ εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονταί τινες, ὅτι φόβος ἐστὶ πάθος, οὐχ ὁ πᾶς φόβος πάθος. ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ ἐμπαθῶν· ἔμπαλιν οὖν ὁ τοῦ ἀπαθοῦς θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις οὐ τὸν θεόν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ θεοῦ· ὁ δὲ τοῦτο δεδιὼς τὸ τοῖς κακοῖς περιπεσεῖν φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων μίγνυται πεποιθώς, ἡ γραφὴ λέγει· αὖθίς τε ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος φησίν.Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ εὐεμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρω. ὁ δὲ ἑταῖρος ἕτερος ἐγώ· ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων· ξένοι δὲ ὧν ξένα τὰ κοσμικά. κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἐλπίζοντας καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἐξακούομεν· μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοί· φίλε κασίγνητε φησὶν Ὅμηρος, ἥ τε φιλανθρωπία, δἰ ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ.εἰ δ’ ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν· στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤδει, ἀγόμενόν τε καὶ ἀπαγόμενον· ἄγονται δὲ εἰς ταὐτότητα δἰ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν· καὶ γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν. καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. ἔπειτα μὴ νικῶ λέγει ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ’ ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν· οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ τῷ πιστεύοντι.