εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.Τινα δὲ τὰ φοβερὰ ὁ νόμος καταγγέλλει, θεασώμεθα. εἰ μὲν τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, οἷον πενίαν καὶ νόσον καὶ ἀδοξίαν καὶ δυσγένειαν καὶ ὅσα παραπλήσια, ταῦτα μὲν καὶ οἱ κατὰ πόλιν νόμοι προτείνοντες ἐπαινοῦνται, καὶ τοῖς ἐκ Περιπάτου τρία γένη τῶν ἀγαθῶν εἰσηγουμένοις καὶ τὰ τούτων ἐναντία λογιζομένοις εἶναι κακὰ ἁρμόνιος ἥδε ἡ δόξα· ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀποφεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας· δειναὶ γὰρ καὶ φοβεραὶ τῷ ὄντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι· οὐ μὴν ἀδίκως ἐκτείνεσθαι δίκτυα πτερωτοῖς λέγουσιν οἱ χρησμοὶ οἱ θεῖο, αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας; πρὸς οὕς φαμεν· ὁ νόμος οὐκ ἐποίησεν, ἀλλ’ ἔδειξεν τὴν ἁμαρτίαν· προστάξας γὰρ ἃ ποιητέον ἤλεγξε τὰ μὴ ποιητέα. ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδεῖξαι, καὶ τῷ μὲν χρῆσθαι συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι.αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. πῶς δ’ οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, ὁ παιδαγωγὸς εἰς Χριστὸν δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; οὐ βούλομαι, φησίν, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν. θάνατον, οἶμαι, τὴν ἄγνοιαν λέγει· καὶ ὁ ἐγγὺς κυρίου πλήρης μαστίγων· ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιῶν, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύει· υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, υἱὸς δὲ νοήμων δέξεται ἐντολάς. καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν· πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφ’ ὅσον ἐστὶν ἐφ’ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. ὅθεν ἀρχὴ σοφίας φόβος θεοῦ θείως λέλεκται.Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ’ ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθῆναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς· οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει, ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἔν τινι ἐπιστολῇ τοιαῦτά τινα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι· καὶ ὡσπερεὶ φόβος ἐπ’ ἐκείνου τοῦ πλάσματος ὑπῆρξε τοῖς ἀγγέλοις, ὅτε μείζονα ἐφθέγξατο τῆς πλάσεως διὰ τὸν ἀοράτως ἐν αὐτῷ σπέρμα δεδωκότα τῆς ἄνωθεν οὐσίας καὶ παρρησιαζόμενον· οὕτω καὶ ἐν ταῖς γενεαῖς τῶν κοσμικῶν ἀνθρώπων φόβοι τὰ ἔργα τῶν ἀνθρώπων τοῖς ποιοῦσιν ἐγένετο, οἷον ἀνδριάντες καὶ εἰκόνες καὶ πάνθ’ ἃ χεῖρες ἀνύουσιν εἰς ὄνομα θεοῦ· εἰς γὰρ ὄνομα Ἀνθρώπου πλασθεὶς Ἀδὰμ φόβον παρέσχεν προόντος Ἀνθρώπου. ὡς δὴ αὐτοῦ ἐν αὐτῷ καθεστῶτος καὶ κατεπλάγησαν καὶ ταχὺ τὸ ἔργον ἠφάνισαν.Μιᾶς δ’ οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῶ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις· οὓς γὰρ οὐχ αἱρεῖ λόγος, τιθασεύει τούτους φόβος. ὃ καὶ προϊδὼν ἄνωθεν ὁ παιδεύων λόγος ἑκατέρῳ τῶν τρόπων, ἐκκαθαίρων οἰκείως εἰς θεοσέβειαν, ἥρμοσεν ὄργανον. ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ’ ἀπροσδοκήτῳ φαντασίᾳ, † ἅτε καὶ ἀγγελίας. φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα. οὐ συνορῶσι τοίνυν ἐμπαθῆ ποιήσαντες δἰ ἐκπλήξεως τὸν μέγιστον καὶ πρὸς αὐτῶν ἀνυμνούμενον θεὸν καὶ πρό τῆς ἐκπλήξεως ἐν ἀγνοίᾳ γενόμενον. εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δ’ ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας φόβος τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.