καὶ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφόν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.Τούτων δὴ ἐπιδεδειγμένων ἀναδράμωμεν αὖθις ἐπὶ τὸν περὶ τῆς πίστεως λόγον. ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν εἰρήνην· πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· μαχητικοὶ δὲ καὶ ἐθελονταὶ ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασεῖς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτὸς δή τινων μάλα ὀλίγων. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος, παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς νόμους. αὕτη δέ ἐστι πιστότης, ἧς κατὰ πάντα καιρὸν χρῄζομεν ἔν τε εἰρήνῃ καὶ παντὶ πολέμῳ κἀν τῷ ἄλλῳ σύμπαντι βίῳ. συλλαβοῦσα γὰρ ἔοικε τὰς ἄλλας περιέχειν. τὸ δὲ ἄριστον οὔθ’ ὁ πόλεμος οὔτε ἡ στάσις· ἀπευκτὸν γὰρ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη τὸ κράτιστον. ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις.εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία. δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πίστις, ἀλλ’ οὐκ ἀπόδειξις εἶναι. καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ’ αὐτοῦ. ὃ δὲ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω λέγει. καὶ τίς οὗτος; Ἐπίχαρμος εἰπάτω· νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡράκλειτός φησιν, ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν, ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος, ἐὰν ἀγαπήσῃς ἀκούειν. ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν δἰ ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ; οὐδέπω συνίεμεν ἀπόδειξιν εἶναι τὸ ῥῆμα κυρίου; ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν. οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας οὔτε, τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ᾀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἴτια, ἀλλ’ ὡς συναίτια. διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ κὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ’ οὖν, ὅτι ἐφ’ ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἑκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοις· οἵ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος. οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφ’ οἶς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ’ οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω· βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.πίστεως οὖν καὶ ἡ μετάνοια κατόρθωμα· ἐὰν γὰρ μὴ πιστεύσῃ ἁμάρτημα εἶναι ᾧ προκατείχετο, οὐδὲ μεταθήσεται· κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ’ οὕτως μεταβαλεῖται. ἤδη δὲ καὶ ἡ ἐλπὶς ἐκ πίστεως συνέστηκεν. ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι. ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦ· πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι. πιστὸς δὲ ὁ ἀπαραβάτως τηρητικὸς τῶν ἐγχειρισθέντων· ἐγχειρίζονται δὲ ἡμῖν οἱ περὶ θεοῦ λόγοι καὶ οἱ θεῖοι λόγοι, αἱ ἐντολαί, σὺν τῇ καταπράξει τῶν παραγγελμάτων. οὗτός ἐστιν ὁ δοῦλος ὁ πιστός, ὁ πρὸς τοῦ κυρίου ἐπαινούμενος. ἐπὰν δὲ εἴπῃ πιστὸς ὁ θεός, ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον, μηνύει· ἀποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἂν εἴη πιστὸς ὁ θεός. πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστί, βέβαια τὰ παρ’ αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν; οὐ γάρ ἐστιν ὑπόληψις ἡ ἑκούσιος πρὸ ἀποδείξεως συγκατάθεσις, ἀλλὰ συγκατάθεσις ἰσχυρῷ τινι.