πῶς δ’ ἂν μὴ ἔχων τις πρόληψιν οὗ ἐφίεται μάθοι περὶ οὗ ζητεῖ; ὁ μαθὼν δὲ ἤδη κατάληψιν ποιεῖ τὴν πρόληψιν. εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικῆς, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας· μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὥσπερ ἀμέλει μακάριος καὶ αὐτὸς ὁ τῆς ὑπακοῆς. τὸ δὲ κατακοῦσαι συνεῖναί ἐστιν εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ ἄνευ προλήψεως. ἀληθὲς δ’ οὖν ὂν παντὸς μᾶλλον ἀποδείκνυται τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. τοῦτο καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τὸ λόγιον παραφράσας εἴρηκεν· ἐὰν μὴ ἔλπηται ἀνέλπιστον, οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν’ ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη· πιστὸς γάρ. ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἑκούσιον· ὅτῳ δὲ ἀκούσιον, ἄνους· ὧν οὐ ζῷον οὐδέτερον οὖν ζηλωτόν· ἄφιλος γὰρ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής. καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει. ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησίν· ὥστε ἡ τοῦ ἀληθινοῦ βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐάν τε ἄρχων ἐάν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται. αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι. ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι. οὕτως οἱ Χριστῷ βασιλεῖ βασιλικοὶ Χριστοῦ οἱ Χριστιανοί. εἶθ’ ὑποβὰς ἐπιφέρει σαφῶς· τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις. ὅ τε Ἐλεάτης ξένος τὸν βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἔμψυχον ἀποφαίνεται.τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας· ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος· ἃ καὶ ἔστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκει· καὶ διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. θεοφιλῆ δὲ αὐτὸν μηνύει λέγων· θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ. ὃ μὲν γὰρ φίλος ἄντικρυς κεκλημένος εὑρίσκεται, ὃ δὲ ὁρῶν τὸν θεὸν μετωνομασμένος δείκνυται· τόν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτηρίου. παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός, ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον.ἦν δ’ οὖν ὁ μὲν Μωυσῆς σοφός, βασιλεύς, νομοθέτης· ὁ σωτὴρ δὲ ἡμῶν ὑπερβάλλει πᾶσαν ἀνθρωπίνην φύσιν· καλὸς μὲν ὡς ἀγαπᾶσθαι μόνος πρὸς ἡμῶν τὸ κατὸν τὸ ἀληθινὸν ἐπιποθούντων, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, βασιλεὺς δὲ καὶ ὑπὸ παίδων ἀπείρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυται· πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ πρὸς τοῦ ἀντικειμένου. τί δεῖ λέγειν, ὡς μόνος ὁ ἀρχιερεὺς ὁ μόνος ἐπιστήμων τῆς τοῦ θεοῦ θεραπείας βασιλεὺς εἰρήνης Μελχισεδέκ, ὁ πάντων ἱκανώτατος ἀφηγεῖσθαι τοῦ τῶν ἀνθρώπων γένους; νομοθέτης δὲ ὡς ἂν διδοὺς τὸν νόμον ἐν τῷ στόματι τῶν προφητῶν τά τε πρακτέα καὶ μὴ σαφέστατα ἐντελλόμενός τε καὶ διδάσκων.τίς δ’ ἂν τούτου εὐγενέστερος, οὗ μόνος πατὴρ ὁ θεός; φέρε φὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν· πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, ὦ φίλε Πὰν λέγων καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἷναί μοι φίλα πλούσιον δὲ νομίζοιμι τὸν σοφόν. καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρήματα ὧδε λέγει· πλουσίους δ’ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι· λέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κέκτηται. τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, ὁ Σολομὼν λέγει, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῇ λεγούσῃ θᾶττον κάμηλον διὰ τρυπήματος βελόνης διελεύσεσθαι ἢ πλούσιον φιλοσοφεῖν· μακαρίζει δ’ ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων· πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω. οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλ’ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ’ ἂν εἴη. ἐν τε τῷ Ἀλκιβιάδῃ δουλοπρεπὲς μὲν τὴν κακίαν προσαγορεύει, ἐλευθεροπρεπὲς δὲ τὴν ἀρετήν. ἄρατε, φησίν, ἀφ’ ὑμῶν τὸν βαρὺν ζυγὸν καὶ λάβετε τὸν πρᾶον, ἡ γραφή φησι, καθάπερ καὶ οἱ ποιηταὶ δούλειον καλοῦσι ζυγόν. καὶ τὸ ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν τοῖς προειρημένοις συνᾴδει. πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. καλὸν δ’ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ὡδὶ λέγει· ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἄν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν·