πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ’ οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ’ ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ’ ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ’ εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι τὸν γάμον. πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων σπερμάτων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι τὰ σπέρματα οἱ γεωργοὶ. πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.θορόντα γοῦν ἔνια αὐτῶν ᾧ κελεύεται καιρῷ εὐθέως ἀπαλλάττεται καταλιπόντα τὴν δημιουργίαν τῇ διοικήσει. τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένη καίτοι ἀποσφαττομένη ἀναγέγραπται, ἀλλὰ καὶ θνῄσκουσα ὅμως πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ εὐσχημόνως πεσεῖν, κρύπτους̓ ἃ κρύπτειν ὄμματα ἀρρένων ἐχρῆν. ἦν δὲ κἀκείνῃ γάμος ἡ συμφορά. τὸ ὑποπεσεῖν οὖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ’ εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ’ εὐνάζῃ καὶ ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ’ ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος ἄγουσιν. θεοφιλές γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπ’ ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος ἀμφοῖν ἡ αἰσχρουργία. ὅτι δὲ γαμεῖν ἡ γραφὴ συμβουλεύει οὐδὲ ἀφίστασθαί ποτε τῆς συζυγίας ἐπιτρέπει, ἄντικρυς νομοθετεῖ· οὐκ ἀπολύσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας· μοιχείαν δὲ ἡγεῖται τὸ ἐπιγῆμαι ζῶντος θατέρου τῶν κεχωρισμένων.ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖται πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δ’ ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ὁ δὲ ἀπολελυμένην λαμβάνων γυναῖκα μοιχᾶται, φησίν, ἐὰν γὰρ τις ἀπολύσῃ γυναῖκα, μοιχᾶται αὐτήν, τουτέστιν ἀναγκάζει μοιχευθῆναι. οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί· εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα.τί οὖν ὁ νόμος; πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτῳ ἐλεγχθεῖσαν· ἐὰν δὲ ἱέρεια ᾖ, πυρὶ παραδίδοσθαι προστάττει. λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ᾖ. οὐ δὴ μάχεται τῷ εὐαγγελίῳ ὁ νόμος, συνᾴδει δὲ αὐτῷ. πῶς γὰρ οὐχί, ἑνὸς ὄντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου; ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἶον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς κατὰ τὴν μετάνοιαν γεννηθείσης. μαρτυρεῖ τοῖς εἰρημένοις διὰ Ἰεζεκιὴλ τὸ πνεῦμα λέγον· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι. αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾦ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται. Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς διὰ τὸ μῆκός τε καὶ πλῆθος τῶν κεφαλαίων.