καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη· οὔθ’ ὑπὸ χρυσείων δουλουμένη οὔθ’ ὑπ’ ἐρώτων τηξιπόθων, ούδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι. καὶ τὸ ὅλον ἐπιλέγει· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ’ ἀγαπῶσιν. οὗτος ἐν ἄλλοις εὐθυρημόνως γράφει τῆς εἰς τὰ ἀφροδίσια ἀκατασχέτου ὁρμῆς κατάπλασμα εἶναι λιμόν, εἰ δὲ μή, βρόχον. Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πως· φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει· εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.Πάντες δὴ οὗτοι οὐκ αἰσχύνονται σαφῶς ὁμολογεῖν τὴν ἐκ τῆς εὐλαβείας ὠφέλειαν· ἡ δὲ άληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγιος ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ μυστηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς ὑπὸ τοῦ λόγου λαμβάνει. ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ Διὸς τὴν αἰγίδα γράφουσι δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται, ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή· ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ εὐλαβείας. ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον· τοῖς γὰρ ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτριον ὑπέρτονον δοκεῖ, καὶ τοῖς ἀδίκοις ἀκροδίκαιον τὸ ἐπιβάλλον. ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ συναμαρτάνοντα μηδὲ συγκατασπώμενον.εὖ γοῦν ἡ τραγῳδία ἐπὶ τοῦ Ἅιδου γράφει· πρὸς δ’ οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ’ ἔστεργε τὴν ἁπλῶς δίκην. καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ μὴ προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐστε, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα· καὶ τῇδε ὠφελοίμεθ’ ἄν, κατὰ δύναμιν προθυμότερον τὰ μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὔτε γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμον βιώσαντες ἀπὸ δρυὸς ἦσαν παλαιφάτου οὐδ’ ἀπὸ πέτρης. τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθη.Παγκάλως ὁ Ζήνων ἐπὶ τῶν Ἰνδῶν ἔλεγεν ἕνα Ἰνδὸν παροπτώμενον ἐθέλειν ἂν ἰδεῖν ἢ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἄφθονοι μαρτύρων πηγαὶ ἑκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀποτεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δἰ αἱμάτων ἐνδείκνυσθαι. ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς τοῦ κόσμου μείζονας. καὶ πάλιν ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγει· ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. καὶ πάλιν λέγει· ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα· σὰρξ γὰρ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε διελέγχον ἡμᾶς τὸ πνεῦμα εἴρηκεν.χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι· δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνη τὸ μέγιστον. αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ἄξιον κρίνας διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περιγένηται καρπός. γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν Διὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων. τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων τούς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον· τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἷναι λέγει· αἱρετὸν δὲ εἶναί φησιν ὃ πρῶτον ἐξ ἑαυτοῦ ἐφ’ ἑαυτὸ ἐπισπᾶται, πάντως δηλονότι ἐν κινήσει ὑπάρχον. Δεινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. καὶ Διόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται τὸ ἀοχλήτως καὶ καλῶς ζῆν.