ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, ἐμφάνισόν μοι σεαυτὸν φησὶ καὶ εἰς τὸν γνόφον, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας· οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος. διὸ οὐδ’ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν. ποῖον γὰρ οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἀλλ οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν ὁ οὐρανὸς θρόνος αὐτοῦ λέγηται, οὐδ’ οὕτω περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ. δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη δέδεικται, μικρὸν δ’ ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.πῶς δ’ οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφός, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, σοφώτερος ἔσται κατὰ τὴν γνῶσιν, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ’ οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ’ οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι τὰ βάθη τοῦ θεοῦ, τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ἐπήβολοι γίνονται· τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσὶν ἀπαγορεύεται, ἔστ’ ἂν μένῃ θηρία· οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ὕδατος.μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα. οὐ γὰρ φρονέουσι τοιαῦτα οἱ πολλοὶ ὁκοίοισ’ ἐγκυρέουσιν οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι, κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρ’ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ’ ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον· ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ.ἄλλοι δ’ ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν συγκατάθεσιν. εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ γὰρ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν. ἐθελοντὴν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή. μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. αὐτίκα ἡ μελέτη τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη. τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεοσεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι. Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν· ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ. οὐκέτ’ οὖν πίστις γίνεται δἰ ἀποδείξεως ὠχυρωμένη. μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ. οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν, τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ’ ἕκαστον διάστημα, κατ’ ἐπακολούθημα δ’ αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.