Νῶε δὲ ὁ μὴ οὕτω γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δἰ ἡδονῆς ἀπόλαυσιν, δἰ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἶς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶι·, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενείας· ἔκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος, καὶ τὰς εὐχὰς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γὰρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. ἡ δὲ οἰκονομία αὕτη καὶ προφητικὴ καὶ τυπική. ὅτι δὲ τοῦ σοφοῦ πάντα ἐστί, σαφῶς μηνύει λέγων· διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δἰ οὗ τὰ πάντα γέγονεν καὶ τοῖς ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ· βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ, ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ. Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν. φησὶ γὰρ ὁ νόμος· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξετε. τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμος ἀκολουθίαν ὀνομάζει· ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπῶς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καἰ εἰς λίθους διατείνει. Σαφῶς τοίνυν εἴρηται· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ἀγαπῶντες νόμον προβάλλουσιν ἑαυτοῖς τεῖχος. σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ἡ προφητεία λέγει. Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ’ ἀρετήν· στερρὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον τὸ κατ’ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν, οἳ δὲ τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.καί μοι δοκεῖ παγκάλως Ἱππόδαμος ὁ Πυθαγόρειος γράφειν· τᾶν φιλιᾶν ἃ μὲν ἐπιστάμας θεῶν, ἃ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἃ δὲ ἐξ ἁδονᾶς ζῴων. οὐκοῦν ἣ μέν τίς ἐστι φιλοσόφου φιλία, ἣ δὲ ἀνθρώπου, ἣ δὲ ζῴου. τῴ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετῶν, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται· ὥσπερ γὰρ ὁ κυβερνήτης ἅμα σῴζει καὶ σῴζεται. διὰ τοῦτο ὅταν τις αἰτῶν τύχῃ, οὔ φησι τῷ διδόντι· καλῶς ἔδωκας, ἀλλά· καλῶς εἴληφας. οὕτω λαμβάνει μὲν ὁ διδούς, δίδωσι δὲ ὁ λαμβάνων. δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ’ αὐτῆς, οἱ δὲ παρανομοῦντες ἐξολοθρευθήσονται ἀπ’ αὐτῆς. καὶ μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι δὸς φίλῳ. φίλῳ μὲν κοινωνητέον, ἵν’ ἔτι καὶ μᾶλλον περιμένῃ φίλος, ἐχθρῷ δὲ ἐπικουρητέον, ἵνα μὴ μείνῃ ἐχθρός· ἐπικουρίᾳ γὰρ εὔνοια μὲν συνδεῖται, λύεται δὲ ἔχθρα. ἀλλ’ εἰ καὶ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις· ἀλλ’ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ καὶ τὰ ἑξῆς. ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα ἡ γραφὴ λέγει. τῷ γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται, οὐ γὰρ θέμις θνητὸν ἀθανάτῳ ἐξομοιοῦσθαι, ἀλλ’ ἢ κατὰ νοῦν καὶ λογισμόν, ᾧ καὶ τὴν πρὸς τὸ εὐεργετεῖν καὶ τὴν πρὸς τὸ ἄρχειν ὁμοιότητα προσηκόντως ὁ κύριος ἐνσφραγίζεται· οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται· βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος.Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δἰ ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ τῶν περὶ τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἷς καὶ Δανιὴλ ὁ προφήτης ἦν, θείας πίστεως πεπληρωμένος. Βαβυλῶνα ᾤκει Δανιήλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετ’ ὀλίγον φίλος τοῦ θεοῦ. κατήγαγεν οὖν εἰς ὄρυγμα θηρίων ἔμπλεων τὸν Δανιὴλ ὁ Βαβυλωνίων βασιλεύς, ἀνήγαγε δὲ αὐτὸν ἀβλαβῆ ὁ ἁπάντων βασιλεὺς ὁ πιστὸς κύριος. ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους,