ἐρίφων μὲν γὰρ καὶ ἀρνῶν ἐμφορεῖσθαι ἐπιτέτραπται, καί τις ἴσως ἀπολογία τῷ διαζεύξαντι τῆς τεκούσης τὸ ἔκγονον· ἡ δὲ τοῦ παιδίου ἔκθεσις τίνα τὴν αἰτίαν ἔχει; ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δἰ ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι. πάλιν αὖ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν ἔκγονον καὶ μητέρα. ἐντεῦθεν καὶ Ῥωμαῖοι, εἰ καί τις ἔγκυος καταδικασθείη τὴν ἐπὶ θανάτῳ, οὐ πρότερον ἐῶσιν ὑποσχεῖν τὴν τιμωρίαν πρὶν ἢ ἐκτεκεῖν. ἄντικρυς γοῦν καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, ὁ νόμος οὐκ ἐπιτρέπει ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, μακρόθεν ἐπισχὼν τὴν εὐχέρειαν τῶν εἰς ἄνθρωπον ἀδικούντων. οὕτως ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵνα ἐν τοῖς ἀνομογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι χρησώμεθα.οἳ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γάλακτι ἀνακεκραμένην σάρακα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαρρήδην τοῦ νομοθέτου κελεύοντος ἀλλ οὐδὲ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ· μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν ἡ σάρξ, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω. ὁ δὲ αὐτὸς νόμος διαγορεύει βοῦν ἀλοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ’ ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.Δαψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς ψυχῆς· οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ. ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνται· κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δἰ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ὡς μηδὲν παραβλαστάνον κωλύῃ τὴν αὔξησιν. τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι ἀτελῆ ἐξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν τῷ θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον.εἴη δ’ ἂν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικόπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῷ ματαίας τῆς ἐννοίας πόας, ἔστ’ ἂν τελειωθῇ καὶ βέβαιον γένηται τὸ ἔρνος τῆς πίστεως. τῷ τε γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετρὰς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν. Θυσία δὲ αἰνέσεως ὑπὲρ ὁλοκαυτώματα. οὗτος γάρ σοι, φησί. δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν. ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχὺν ἐν γνώσει ποίει δύναμιν. ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.Οὗτός ἐστιν ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατευόμενος, ὑπομένων, δικαίως βιούς. βασιλεύων τῶν παθῶν, μεταδιδοὺς ὧν ἔχει, ὡς οἷός τέ ἐστιν, εὐεργετῶν καὶ λόγῳ καὶ ἔργῳ. οὗτος μέγιστος, φησίν, ἐν τῇ βασιλείᾳ ὃς ἂν ποιῇ καὶ διδάσκῃ μιμούμενος τὸν θεὸν τῷ παραπλήσια χαρίζεσθαι· κοινωφελεῖς γὰρ αἱ τοῦ θεοῦ δωρεαί. ὃς δ’ ἂν ἐγχειρῇ τι πράσσειν μεθ’ ὑπερηφανίας, τὸν θεὸν παροξύνει, φησίν· ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία, ἀφ’ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν.σύμβολον δ’ ἂμ εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου στόμα. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο· τὸν θεὸν εἵλου σήμερον εἷναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται ὁ θεός. κἂν εἷς τὸν ἀριθμόν, ἐπ’ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οὗ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πᾶν. αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται. ἐπεὶ τί τὸν Ἀδὰμ ὠφέλησεν ἡ τοσαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς· αὐτὸς γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τὰ μὲν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν· ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.