τοῦτο δέ ἐστι δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές, ὅθεν οὐδὲ ἐγκρατὲς κυρίως· οὐ γὰρ ὑποπίπτει πάθει ποτέ, ἵνα καὶ κρατήσῃ τοῦδε· ἡ δὲ ἡ δὲ ἡμετέρα φύσις ἐμπαθὴς οὖσα ἐγκρατείας δεῖται, δἰ ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειρᾶται κατὰ διάθεσιν τῇ θείᾳ φύσει. ὁ γὰρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν δεῖσθαι δεδιδαγμένος. ἐπεὶ τίνα λόγον ἔχει τὸ ἀπειπεῖν τὸν νόμον ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν; ἢ οὐχὶ ἀνδρεΐζεσθαι ἡμᾶς βούλεται μήτε κατὰ τὸ σῶμα καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν καὶ τὸν λόγον ἐκθηλυνομένους; ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ’ ἡμέραν καί, εἴ που μαρτυρίου δἰ αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.πάλιν εἴ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι, ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετείληφεν, ἢ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας ὁ φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν, ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι), φιλανθρώπως δέ, ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εἶναι λογισάμενος τὸν μὲν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν.ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάσει· τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς. ἐγώ, φησί, τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, ἡ σοφία λέγει, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην καὶ τὰ ἑξῆς. τί δέ; οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας τοὺς Ἑβραίους ἐκ σωφροσύνης δἰ ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο; προσεταιρισάμεναι γὰρ αὐτοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τὰς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας· γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως αὐτούς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος.αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων. ἀρχὴ οὖν σοφίας θεοσέβεια, σύνεσις δὲ ἁγίων προμήθεια, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὄντι τὸν νόμον. φόβος γὰρ κυρίου ζωὴν ποιεῖ. ὁ δὲ πλανώμενος ὀδυνηθήσεται ἐν πόνοις οἷς οὐκ ἐπισκέπτεται γνῶσις. ἀμέλει μυστικῶς ὁ Βαρνάβας ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, φησί, δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. γίνεσθε οὖν θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ ὁ κύριος ἀφ’ ὑμῶν, ἵνα εὕρητε ἐν ἡμέρᾳ κρίσεως. τοὺς τούτων ἐπηβόλους ἀγάπης τέκνα καὶ εἰρήνης γνωστικῶς προσηγόρευσεν. περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων λόγων ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς). οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις χαρίζεσθαι τοῖς δεομένοις. θεὸς γὰρ ὁ κτίστης τοιᾶσδε χάριτος· ἤδη δὲ ὁ μεταδοτικὸς καὶ τόκους ἀξιολόγους λαμβάνει, τὰ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν.Ἆρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τὸ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν· παραλύεται γάρ, οἶμαι, ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρὸς τοὐπιόν. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλ’ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων μὴ ἀναδυέσθω. ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἀν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τούτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τροφῶν.ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθότητα καταγγέλλει, τοῦ πᾶσιν ἀφθόνως χορηγοῦντος τὰς τροφάς; ἔν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθέντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν· τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλάας συλλέγουσι διατάσσεται. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρωπίας καὶ τοῖς πλησίον ἐδίδασκον. ἐκ τούτων γάρ, οἶμαι. τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ νόμου; ἦ γάρ; οὐχὶ διὰ μὲν τοῦ ἑβδόμου ἔτους ἀργὴν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν, τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς οὖν οὐ χρηστὸς ὁ νόμος καὶ δικαιοσύνης διδάσκαλος; πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἅ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην καὶ διὰ βίου κολαζομένους ἐλεῶν. ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.