Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις. ἀφ’ ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μεταπτωτικὴ ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ λόγου ἐφ’ ἡμῖν. παράκειται δὲ τῇ ἐπιστήμῃ ἥ τ’ ἐμπειρία καὶ ἡ εἴδησις σύνεσίς τε καὶ νόησις καὶ γνῶσις. καὶ ἡ μὲν εἴδησις ἐπιστήμη τῶν καθ’ ὅλου κατ’ εἶδος εἴη ἄν· ἡ δὲ ἐμπειρία ἐπιστήμη περιληπτική, ὥστε καὶ οἷόν ἐστιν ἕκαστον πολυπραγμονεῖν· νόησις δὲ ἐπιστήμη νοητοῦ· καὶ σύνεσις ἐπιστήμη συμβλητοῦ ἢ σύμβλησις ἀμετάπτωτος ἢ συμβλητικὴ δύναμις ὧν φρόνησίς ἐστι καὶ ἐπιστήμη. καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον γνῶσις δὲ ἐπιστήμη τοῦ ὄντος αὐτοῦ ἢ ἐπιστήμη σύμφωνος τοῖς γινομένοις· ἀλήθειά τε ἐπιστήμη ἀληθοῦς, ἡ δὲ ἕξις τῆς ἀληθείας ἐπιστήμη ἀληθῶν.ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτός ἐστιν ἄλλῳ λόγῳ. ἐνταῦθα τὴν γνῶσιν πολυπραγμονεῖ. Ἃ δὲ μὴ ποιοῦμεν, ἤτοι διὰ τὸ μὴ δύνασθαι ού ποιοῦμεν ἢ διὰ τὸ μὴ βούλεσθαι ἢ δἰ ἀμφότερα. οὐχ ἱπτάμεθα μὲν οὗν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθα· οὐ νηχόμεθα δὲ φέρ’ εἰπεῖν ἄρτι, ἐπειδὴ δυνάμεθα μέν, οὐ βουλόμεθα δέ· οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ. οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ’ οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν μόνον. προηγεῖται τοίνυν πάντων τὸ βούλεσθαι· αἱ γὰρ λογικαὶ δυνάμεις τοῦ βούλεσθαι διάκονοι πεφύκασι· θέλε, φησί, καὶ δυνήσῃ· τοῦ γνωστικοῦ δὲ καὶ ἡ βούλησις καὶ ἡ κρίσις καὶ ἡ ἄσκησις ἡ αὐτή. εἰ τὰρ αἱ αὐταὶ αἱ προθέσεις, τὰ αὐτὰ καὶ τὰ δόγματα καὶ αἱ κρίσεις, ἵνα δὴ ὦσιν αὐτῷ καὶ οἱ λόγοι καὶ ὁ βίος καὶ ὁ τρόπος ἀκόλουθοι τῇ ἐνστάσει· καρδία δὲ εὐθεῖα ἐκζητεῖ γνώσεις καὶ ἐκείνων ἐπαΐει. ὁ θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.Προφανεῖς μὲν οὖν καὶ πᾶσαι αἱ ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ σωφροσύνην καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονὴν καὶ τὴν σεμνότητα καὶ ἐγκράτειαν τήν τε ἐπὶ τούτοις εὐσέβειαν. ἀλλ’ ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν καὶ διδάσκουσα. καὶ δικαιοσύνην δὲ αὐτὸς ὁ νόμος παρίστησι παιδεύων τήν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως, ἀφ’ ἧς δόξης οἷον πηγῆς πᾶσα σύνεσις αὔξεται.θυσίαι γὰρ ἀνόμων βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ. ἐπεὶ οιαῦτα καὶ τὰ παρὰ Ἡσαΐᾳ· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν ὑμῶν; λέγει κύριος, καὶ πᾶσα ἡ περικοπή· λῦε πάντα σύνδεσμον ἀδικίας· αὕτη γὰρ θυσία θεῷ δεκτή, καρδία συντετριμμένη καὶ ζητοῦσα τὸν πεπλακότα. ζυγὰ δόλια βδέλυγμα ἔναντι θεοῦ, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. ἐντεῦθεν ζυγὸν μὴ ὑπερβαίνειν Πυθαγόρας παραινεῖ. δικαιοσύνη δὲ δολία εἴρηται ἡ τῶν αἱρέσεων ἐπαγγελία, καὶ γλῶσσα μὲν ἀδίκων ἐξολεῖται, στόμα δὲ δικαίων ἀποστάζει σοφίαν. ἀλλὰ γὰρ τοὺς σοφοὺς καὶ φρονίμους φαύλους καλοῦσιν. μακρὸν δ’ ἂν εἴη περὶ τῶν ἀρετῶν τούτων μαρτυρίας παρατίθεσθαι, ἁπάσης ταύτας ἐξυμνούσης τῆς γραφῆς. ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τε τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησις οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου. καὶ οὐκ ἔστιν ἄνευ ἀνδρείας καρτερικὸν εἶναι οὐδὲ μὴν ἄνευ σωφροσύνης ἐγκρατῆ. ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καἰ παρ’ ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος. εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι, ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων. ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμὰς ἢ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον. σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ’ ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.