τοῦτο ἑκὼν ἐπιτελεῖ. ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας, ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶν· ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν. δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός. ἐν πνεύματι δὲ ἀναγεννώμενον· ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὐτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαι· μελέτη γὰρ ἔμπαλιν ἁμαρτιῶν τὸ πολλάκις μετανοεῖν καὶ ἐπιτηδειότης εἰς εὐτρεψίαν ἐξ ἀνασκησίας.δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ’ οἷς πλημμελοῦμεν πολλάκις· δικαιοσύνη δὲ ἀμώμους ὀρθοτομεῖ ὁδούς, κέκραγεν ἡ γραφή. καὶ πάλιν αὖ· ἡ τοῦ ἀκάκου δικαιοσύνη κατορθώσει τὴν ὁδὸν αὐτοῦ. ναὶ μὴν καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεν κύροις τοὺς φοβουμένους αὐτὸν ὁ Δαβὶδ γράφει· οἱ σπείροντες οὖν ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι τῶν ἐν μετανοίᾳ ἐξομολογουμένων· μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν κύριον. ὁρᾷς τὸν τοῖς ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; μὴ φοβοῦ, φησίν, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. ἐγὼ δὲ ἐν τῷ ἐλέει σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου. Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόφῳ· παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δ’ ἀπόστασις καὶ ἔκστασις καὶ ἀπείθεια ἐφ’ ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφ’ ἡμῖν· διὸ καὶ τὰ ἑκούσια κρίνεται)· αὐτίκα καθ’ ἓν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλόγους ὀρέξεις εὕροι ἂν αὐτά.Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ’ ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρόπους ἁμαρτάνειν λεγομένων; ἢ γὰρ αὑτόν τις ἠγνόησεν, ὡς Κλεομένης καὶ Ἀθάμας οἱ μανέντες, ἢ τὸ πρᾶγμα ὃ πράσσει, ὡς Αἰσχύλος τὰ μυστήρια ἐπὶ σκηνῆς ἐξειπὼν ἐν Ἀρίῳ πάγῳ κριθεὶς οὕτως ἀφείθη ἐπιδείξας αὑτὸν μὴ μεμυημένον, ἢ τὸ περὶ ὃν πράττεται ἀγνοήσαι ἄν τις, ὥσπερ ὁ τὸν ἀντίπαλον ἀφεὶς καὶ ἀποκτείνας οἰκεῖον ἀντὶ τοῦ πολεμίου, ἢ τὸ ἐν τίνι πράττεται, καθάπερ ὁ ταῖς ἐσφαιρωμέναις λόγχαις γυμναζόμενος καὶ ἀποκτείνας τινὰ τοῦ δόρατος ἀποβαλόντος τὴν σφαῖραν, ἢ τὸ παρὰ τὸ πῶς, ὡς ὁ ἐν σταδίῳ ἀποκτείνας τὸν ἀνταγωνιστήν (οὐ γὰρ θανάτου, ἀλλὰ νίκης χάριν ἠγωνίζετο), ἢ τὸ οὗ ἕνεκα πράττεται, οἷον ὁ ἰατρὸς δέδωκεν ἀντίδοτον ὑγιεινὴν καὶ ἀπέκτεινεν, ὃ δὲ οὐ τούτου χάριν δέδωκεν, ἀλλὰ τοῦ σῶσαι.Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλ’ οὐ κατ’ ἴσον τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν· τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου. ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοίνυν κρίνεται. κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούς· καὶ ὁ ἐμβλέψας πρὸς ἐπιθυμίαν κρίνεται. διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ’ ἐμοῦ. εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δἰ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται· τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· καὶ μανθάνω μὲν οἶα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.