μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, χρῆσθαι μέν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖ· προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα. ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.Ἀλλ’ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται πρὸς φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ. ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις σοφίας, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας. εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν δἰ αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα. εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο. τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδε· Σάρρα στεῖρα ἦν πάλαι, Ἀβραὰμ δὲ γυνή. μὴ τίκτουσα ἡ Σάρρα τὴν ἑαυτῆς παιδίσκην ὀνόματι Ἄγαρ τὴν Αἰγυπτίαν εἰς παιδοποιίαν ἐπιτρέπει τῷ Ἀβραάμ. ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν), τὴν Σάραν δὲ ἀρχήν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφ’ ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ αὐτομαθὲς ἐνδείκνυται· διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός. εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν. ἔχοις δ’ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν, σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν τοῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί, δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. καὶ ἐκάκωσεν αὐτὴν Σάρρα ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατ’ ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ· προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται. Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἣν εὑρόντες, μᾶλλον δὲ εἰληφότες παρ’ αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται.πολλὰ δ’ ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ’ ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖς καὶ πηλίκοις καὶ λεκτοῖς θεωρουμένη. ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ’ ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δἰ ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν οὐκ ἐᾷ. ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δή ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ. τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. διὸ καί φησιν· ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος, ὃς πολλὴν καὶ παντοδαπὴν ἐν τῷ ἀμήτῳ παρατίθεται πρὸς τὴν τοῦ χειμῶνος ἀπειλὴν τὴν τροφήν, ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστί· καὶ αὐτὴ γὰρ πάντα τὸν λειμῶνα ἐπινεμομένη ἓν κηρίον γεννᾷ.