θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν. ὁμοίως δὲ καὶ αἱ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἰσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτικούς, ὅσον ἔτι αἱ αὐτῶν ὡς νέων φρένες ἠερέθονται. λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ· ὁδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία. νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, λέγει Πίνδαρος. ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τό γε Ἡσιόδειον ἐπὶ τοῦ πάντων λελέχθαι θεοῦ λαμβάνω, εἰ καὶ στοχαστικῶς εἴρηται τῷ ποιητῇ, ἀλλ’ οὐ καταληπτικῶς· τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς, ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτῶν· ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη.εἴτ’ οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις, δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἷς ὤν, ὡς καὶ Πλάτων ἐν τῷ Πολιτικῷ ἕνα τὸν νομοθέτην φησίν, ἐν δὲ τοῖς Νόμοις ἕνα τὸν συνήσοντα τῶν μουσικῶν, διὰ τούτων διδάσκων τὸν λόγον εἶναι ἕνα καὶ τὸν θεὸν ἕνα. Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, ἰδοὺ ἐγώ, λέγων, ἡ διαθήκη μου μετὰ σοῦ· ἐπεὶ καὶ πρότερον εἶπεν διαθήκην, † μὴ ζητεῖν αὐτὴν ἐν γραφῇ. ἔστι γὰρ διαθήκη ἣν ὁ αἴτιος τοῦ παντὸς θεὸς τίθεται, θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται καὶ τάξιν, τὴν διακόσμησιν. ἐν δὲ τῷ Πέτρου Κηρύγματι εὕροις ἂν νόμον καὶ λόγον τὸν κύριον προσαγορευόμενον. Ἀλλ’ ὁ μὲν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων πρῶτος ἡμῖν Στρωματεὺς ἐνταυθοῖ περιγεγράφθω.