καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, οὕτω γὰρ ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὸ τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων ἀφίλης. εἰ δὲ ἡ ποίμνη ἡ ἀλληγορουμένη πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἢ ἀγέλη τις ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε καὶ εὑρίσκων νόμῳ καὶ λόγῳ, εἴ γε ὁ νόμος πνευματικὸς καὶ ἐπὶ τὴν εὐδαιμονίαν ἄγων· ὁ γὰρ πνεύματι ἁγίῳ γενόμενος πνευματικός. οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται. τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ. νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, δἰ οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρός ἐξηγούμενος υἱὸς μονογενής.ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτ’ ἀπιστεῖν οὔτ’ ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν. τίς τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων; μή πῃ βούλεσθαι πείθεσθαι τῇ ἀληθείᾳ φασκούσῃ θεόθεν διὰ Μωυσέως δεδόσθαι τὸν νόμον, ὁπότε γε καὶ αὐτοὶ ἐκ τῶν παρὰ σφίσι τιμῶσι Μωυσῆ. τόν τε Μίνω παρὰ Διὸς δἰ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ’ Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ’ εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον. ἀλλ’ ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ’ ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην· τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ δικαιοσύνην κτᾶσθαι; ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου, φησὶν ὁ ἀπόστολος, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. προεῖπεν γὰρ ὁ προφήτης· παιδεύων ἐπαίδευσέν με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέν με· ἕνεκα γὰρ τοῦ διδάξαι σε τὴν δικαιοσύνην αὐτοῦ ἐπαίδευσέν σε, φησί, καὶ ἐπείρασέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ διψῆν ἐποίησέν σε ἐν γῇ ἐρήμῳ, ἵνα γνωσθῇ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω παιδεύσει σε κύριος ὁ θεὸς ἡμῶν. ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει αὐτίκα φησί· πανοῦργος ἰδὼν τιμωρούμενον πονηρὸν κραταιῶς αὐτὸς παιδεύεται,ἐπεὶ γενεὰ σοφίας φόβος κυρίου. μέγιστον δὲ καὶ τελεώτατον ἀγαθόν, ὅταν τινὰ ἐκ τοῦ κακῶς πράττειν εἰς ἀρετήν τε καὶ εὐπραγίαν μετάγειν δύνηταί τις, ὅπερ ὁ νόμος ἐργάζεται. ὥστε καὶ ὅταν ἀνηκέστῳ τινὶ κακῷ περιπέσῃ τις ὑπό τε ἀδικίας καὶ πλεονεξίας καταληφθείς, εὐεργετοῖτ’ ἂν ὁ ἀποκτειννύμενος· εὐεργέτης γὰρ ὁ νόμος τοὺς μὲν δικαίους ἐξ ἀδίκων ποιεῖν δυνάμενος, ἢν μόνον ἐπαΐειν ἐθελήσωσιν αὐτοῦ, τοὺς δὲ ἀπαλλάττων τῶν παρόντων κακῶν. τοὺς γὰρ σωφρόνως καὶ δικαίως βιοῦν ἑλομένους ἀθανατίζειν ἐπαγγέλλεται. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. καὶ πάλιν· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντὶ ἀγαθῷ. δεῖ δὴ τὴν διοικοῦσαν πρόνοιαν κυρίαν τε εἶναι καὶ ἀγαθήν. ἀμφοῖν γὰρ ἡ δύναμις οἰκονομεῖ σωτηρίαν, ἣ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἣ δὲ δἰ εὐποιίας χρηστευομένη ὡς εὐεργέτις. ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν ἐκ τοῦ σκότους εἰς ζωὴν καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοὴν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δέ τις ἐπαναβαίη, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ ἀγάπη καλύψῃ πλῆθος ἁμαρτιῶν, μακαρίας ἐλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπῃ ἐκδέχεσθαι τοῦ τὸν ἐγκαταταγέντα τῇ ἐκλεκτῇ υἱοθεσίᾳ τῇ φίλῃ κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχὴν καὶ λέγοντα· γενέσθω μοι κύριος εἰς θεόν.